Aeschylus, Suppliant Women (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Supp.].
<<Aesch. Supp. 595 Aesch. Supp. 600 (English) >>Aesch. Supp. 625

Δαναός 600θαρσεῖτε παῖδες. εὖ τὰ τῶν ἐγχωρίων·
δήμου δέδοκται παντελῆ ψηφίσματα.
Χορός χαῖρε πρέσβυ, φίλτατ’ ἀγγέλλων ἐμοί
ἔνισπε δ’ ἡμῖν ποῖ κεκύρωται τέλος,
δήμου κρατοῦσα χεὶρ ὅπῃ πληθύνεται.
Δαναός
605ἔδοξεν Ἀργείοισιν οὐ διχορρόπως,
ἀλλ’ ὥστ’ ἀνηβῆσαί με γηραιᾷ φρενί·
πανδημίᾳ γὰρ χερσὶ δεξιωνύμοις
ἔφριξεν αἰθὴρ τόνδε κραινόντων λόγον·
ἡμᾶς μετοικεῖν τῆσδε γῆς ἐλευθέρους
610κἀρρυσιάστους ξύν τ’ ἀσυλίᾳ βροτῶν·
καὶ μήτ’ ἐνοίκων μήτ’ ἐπηλύδων τινὰ
ἄγειν· ἐὰν δὲ προστιθῇ τὸ καρτερόν,
τὸν μὴ βοηθήσαντα τῶνδε γαμόρων
ἄτιμον εἶναι ξὺν φυγῇ δημηλάτῳ.
615τοιάνδ’ ἔπειθεν ῥῆσιν ἀμφ’ ἡμῶν λέγων
ἄναξ Πελασγῶν, ἱκεσίου Ζηνὸς κότον
μέγαν προφωνῶν μήποτ’ εἰσόπιν χρόνου
πόλιν παχῦναι, ξενικὸν ἀστικόν θ’ ἅμα
λέγων διπλοῦν μίασμα πρὸ πόλεως φανὲν
620ἀμήχανον βόσκημα πημονῆς πέλειν.
τοιαῦτ’ ἀκούων χερσὶν Ἀργεῖος λεὼς
ἔκραν’ ἄνευ κλητῆρος ὡς εἶναι τάδε.
δημηγόρους δ’ ἤκουσεν εὐπιθὴς στροφὰς
δῆμος Πελασγῶν· Ζεὺς δ’ ἐπέκρανεν τέλος


Aeschylus, Suppliant Women (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Supp.].
<<Aesch. Supp. 595 Aesch. Supp. 600 (English) >>Aesch. Supp. 625

Powered by PhiloLogic