Aeschylus, Suppliant Women (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Supp.].
<<Aesch. Supp. 433 Aesch. Supp. 438 (English) >>Aesch. Supp. 490

438 Βασιλεύς καὶ δὴ πέφρασμαι. δεῦρο δ’ ἐξοκέλλεται.
τοῖσιν τοῖς πόλεμον αἴρεσθαι μέγαν
440πᾶσ’ ἔστ’ ἀνάγκη, καὶ γεγόμφωται σκάφος
στρέβλαισι ναυτικαῖσιν ὡς προσηγμένον.
ἄνευ δὲ λύπης οὐδαμοῦ καταστροφή.
καὶ χρημάτων μὲν ἐκ δόμων πορθουμένων,
ἄτην γε μείζω καὶ μέγ’ ἐμπλήσας γόμου
445γένοιτ’ ἂν ἄλλα Κτησίου Διὸς χάριν·
καὶ γλῶσσα τοξεύσασα μὴ τὰ καίρια,
γένοιτο μύθου μῦθος ἂν θελκτήριος
ἀλγεινὰ θυμοῦ κάρτα κινητήρια.
ὅπως δ’ ὅμαιμον αἷμα μὴ γενήσεται,
450δεῖ κάρτα θύειν καὶ πεσεῖν χρηστήρια
θεοῖσι πολλοῖς πολλά, πημονῆς ἄκη.
κάρτα νείκους τοῦδ’ ἔσω παροίχομαι
θέλω δ’ ἄιδρις μᾶλλον σοφὸς κακῶν
εἶναι. γένοιτο δ’ εὖ παρὰ γνώμην ἐμήν.
Χορός
455πολλῶν ἄκουσον τέρματ’ αἰδοίων λόγων.
Βασιλεύς ἤκουσα, καὶ λέγοις ἄν. οὔ με φεύξεται.
Χορός ἔχω στρόφους ζώνας τε, συλλαβὰς πέπλων
Βασιλεύς τάχ’ ἂν γυναιξὶ ταῦτα συμπρεπῆ πέλοι.
Χορός ἐκ τῶνδε τοίνυν, ἴσθι, μηχανὴ καλή
Βασιλεύς
460λέξον τίν’ αὐδὴν τήνδε γηρυθεῖσ’ ἔσῃ.
Χορός εἰ μή τι πιστὸν τῷδ’ ὑποστήσεις στόλῳ
Βασιλεύς τί σοι περαίνει μηχανὴ συζωμάτων;
Χορός νέοις πίναξι βρέτεα κοσμῆσαι τάδε.
Βασιλεύς αἰνιγματῶδες τοὔπος· ἀλλ’ ἁπλῶς φράσον.
Χορός
465ἐκ τῶνδ’ ὅπως τάχιστ’ ἀπάγξασθαι θεῶν.
Βασιλεύς ἤκουσα μαστικτῆρα καρδίας λόγον.
Χορός ξυνῆκας· ὠμμάτωσα γὰρ σαφέστερον.
Βασιλεύς καὶ πολλαχῇ γε δυσπάλαιστα πράγματα,
κακῶν δὲ πλῆθος ποταμὸς ὣς ἐπέρχεται·
470ἄτης δ’ ἄβυσσον πέλαγος οὐ μάλ’ εὔπορον
τόδ’ ἐσβέβηκα, κοὐδαμοῦ λιμὴν κακῶν.
εἰ μὲν γὰρ ὑμῖν μὴ τόδ’ ἐκπράξω χρέος,
μίασμ’ ἔλεξας οὐχ ὑπερτοξεύσιμον.
εἰ δ’ αὖθ’ ὁμαίμοις παισὶν Αἰγύπτου σέθεν
475σταθεὶς πρὸ τειχέων διὰ μάχης ἥξω τέλους,
πῶς οὐχὶ τἀνάλωμα γίγνεται πικρόν,
ἄνδρας γυναικῶν οὕνεχ’ αἱμάξαι πέδον;

ὅμως δ’ ἀνάγκη Ζηνὸς αἰδεῖσθαι κότον
ἱκτῆρος· ὕψιστος γὰρ ἐν βροτοῖς φόβος.
480σὺ μέν, πάτερ γεραιὲ τῶνδε παρθένων,
κλάδους τε τούτους αἶψ’ ἐν ἀγκάλαις λαβὼν
βωμοὺς ἐπ’ ἄλλους δαιμόνων ἐγχωρίων
θές, ὡς ἴδωσι τῆσδ’ ἀφίξεως τέκμαρ
πάντες πολῖται, μηδ’ ἀπορριφθῇ ψόγος
485ἐμοῦ· κατ’ ἀρχῆς γὰρ φιλαίτιος λεώς.
καὶ γὰρ τάχ’ ἄν τις οἰκτίσας ἰδὼν τάδε
ὕβριν μὲν ἐχθήρειεν ἄρσενος στόλου,
ὑμῖν δ’ ἂν εἴη δῆμος εὐμενέστερος·
τοῖς ἥσσοσιν γὰρ πᾶς τις εὐνοίας φέρει.



Aeschylus, Suppliant Women (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Supp.].
<<Aesch. Supp. 433 Aesch. Supp. 438 (English) >>Aesch. Supp. 490

Powered by PhiloLogic