Aeschylus, Suppliant Women (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Supp.].
<<Aesch. Supp. 291 Aesch. Supp. 323 (English) >>Aesch. Supp. 348

323 Χορός Αἴγυπτος. εἰδὼς δ’ ἁμὸν ἀρχαῖον γένος
πράσσοις ἂν ὡς Ἀργεῖον ἀνστήσῃς στόλον.
Βασιλεύς
325δοκεῖτε <δή> μοι τῆσδε κοινωνεῖν χθονὸς
τἀρχαῖον. ἀλλὰ πῶς πατρῷα δώματα
λιπεῖν ἔτλητε; τίς κατέσκηψεν τύχη;
Χορός ἄναξ Πελασγῶν, αἰόλ’ ἀνθρώπων κακά.
πόνου δ’ ἴδοις ἂν οὐδαμοῦ ταὐτὸν πτερόν·
330ἐπεὶ τίς ηὔχει τήνδ’ ἀνέλπιστον φυγὴν
κέλσειν ἐς Ἄργος κῆδος ἐγγενὲς τὸ πρίν,
ἔχθει μεταπτοιοῦσαν εὐναίων γάμων;
Βασιλεύς τί φὴς ἱκνεῖσθαι τῶνδ’ ἀγωνίων θεῶν,
λευκοστεφεῖς ἔχουσα νεοδρέπτους κλάδους;
Χορός
335ὡς μὴ γένωμαι δμωὶς Αἰγύπτου γένει.
Βασιλεύς πότερα κατ’ ἔχθραν, τὸ μὴ θέμις λέγεις;
Χορός τίς δ’ ἂν φίλους ὠνοῖτο τοὺς κεκτημένους;
Βασιλεύς σθένος μὲν οὕτως μεῖζον αὔξεται βροτοῖς.
Χορός καὶ δυστυχούντων γ’ εὐμαρὴς ἀπαλλαγή.
Βασιλεύς
340πῶς οὖν πρὸς ὑμᾶς εὐσεβὴς ἐγὼ πέλω;
Χορός αἰτοῦσι μὴ ’κδοὺς παισὶν Αἰγύπτου πάλιν.
Βασιλεύς βαρέα σύ γ’ εἶπας, πόλεμον ἄρασθαι νέον.
Χορός ἀλλ’ δίκη γε ξυμμάχων ὑπερστατεῖ.
Βασιλεύς εἴπερ γ’ ἀπ’ ἀρχῆς πραγμάτων κοινωνὸς ἦν.
Χορός
345αἰδοῦ σὺ πρύμναν πόλεος ὧδ’ ἐστεμμένην.
Βασιλεύς πέφρικα λεύσσων τάσδ’ ἕδρας κατασκίους.
Χορός βαρύς γε μέντοι Ζηνὸς ἱκεσίου κότος.


Aeschylus, Suppliant Women (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Supp.].
<<Aesch. Supp. 291 Aesch. Supp. 323 (English) >>Aesch. Supp. 348

Powered by PhiloLogic