Aeschylus, Suppliant Women (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Supp.].
<<Aesch. Supp. 274 Aesch. Supp. 291 (English) >>Aesch. Supp. 323

291 Χορός κλῃδοῦχον Ἥρας φασὶ δωμάτων ποτὲ
Ἰὼ γενέσθαι τῇ δ’ ἐν Ἀργείᾳ χθονί;
Βασιλεύς ἦν ὡς μάλιστα, καὶ φάτις πολλὴ κρατεῖ.
Χορός
295μὴ καὶ λόγος τις Ζῆνα μειχθῆναι βροτῷ;
Βασιλεύς κἄκρυπτά γ’ Ἥρας ταῦτα τἀμπαλάγματα.
Χορός πῶς οὖν τελευτᾷ βασιλέων νείκη τάδε;
Βασιλεύς βοῦν τὴν γυναῖκ’ ἔθηκεν Ἀργεία θεός.
Χορός
300οὔκουν πελάζει Ζεὺς ἐπ’ εὐκραίρῳ βοΐ;
Βασιλεύς φασίν, πρέποντα βουθόρῳ ταύρῳ δέμας.
Χορός τί δῆτα πρὸς ταῦτ’ ἄλοχος ἰσχυρὰ Διός;
Βασιλεύς τὸν πάνθ’ ὁρῶντα φύλακ’ ἐπέστησεν βοΐ.
Χορός ποῖον πανόπτην οἰοβουκόλον λέγεις;
Βασιλεύς
305Ἄργον, τὸν Ἑρμῆς παῖδα γῆς κατέκτανεν.
Χορός τί οὖν ἔτευξεν ἄλλο δυσπότμῳ βοΐ;
Βασιλεύς βοηλάτην μύωπα κινητήριον.
Χορός οἶστρον καλοῦσιν αὐτὸν οἱ Νείλου πέλας.
Βασιλεύς τοιγάρ νιν ἐκ γῆς ἤλασεν μακρῷ δρόμῳ.
Χορός
310καὶ ταῦτ’ ἔλεξας πάντα συγκόλλως ἐμοί.
Βασιλεύς καὶ μὴν Κάνωβον κἀπὶ Μέμφιν ἵκετο.
Χορός καὶ Ζεύς γ’ ἐφάπτωρ χειρὶ φιτύει γόνον.
Βασιλεύς τίς οὖν Δῖος πόρτις εὔχεται βοός;
Χορός
315Ἔπαφος ἀληθῶς ῥυσίων ἐπώνυμος.
Βασιλεύς
Χορός Λιβύη, μέγιστον γῆς <πέδον> καρπουμένη.
Βασιλεύς
Χορός
Βασιλεύς τίν’ οὖν ἔτ’ ἄλλον τῆσδε βλαστημὸν λέγεις;
Χορός Βῆλον δίπαιδα πατέρα τοῦδ’ ἐμοῦ πατρός.
Βασιλεύς
320τὸ πάνσοφον νῦν ὄνομα τοῦτό μοι φράσον.
Χορός Δαναός, ἀδελφὸς δ’ ἐστὶ πεντηκοντάπαις.
Βασιλεύς καὶ τοῦδ’ ἄνοιγε τοὔνομ’ ἀφθόνῳ λόγῳ.


Aeschylus, Suppliant Women (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Supp.].
<<Aesch. Supp. 274 Aesch. Supp. 291 (English) >>Aesch. Supp. 323

Powered by PhiloLogic