Aeschylus, Suppliant Women (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Supp.].
<<Aesch. Supp. 207 Aesch. Supp. 234 (English) >>Aesch. Supp. 274

234 Βασιλεύς ποδαπὸν ὅμιλον τόνδ’ ἀνελληνόστολον
235πέπλοισι βαρβάροισι καὶ πυκνώμασι
χλίοντα προσφωνοῦμεν; οὐ γὰρ Ἀργολὶς
ἐσθὴς γυναικῶν οὐδ’ ἀφ’ Ἑλλάδος τόπων.
ὅπως δὲ χώραν οὔτε κηρύκων ὕπο,
ἀπρόξενοί τε, νόσφιν ἡγητῶν, μολεῖν
240ἔτλητ’ ἀτρέστως, τοῦτο θαυμαστὸν πέλει.
κλάδοι γε μὲν δὴ κατὰ νόμους ἀφικτόρων
κεῖνται παρ’ ὑμῖν πρὸς θεοῖς ἀγωνίοις·
μόνον τόδ’ Ἑλλὰς χθὼν συνοίσεται στόχῳ.
καὶ τἄλλα πόλλ’ ἔτ’ εἰκάσαι δίκαιον ἦν,
245εἰ μὴ παρόντι φθόγγος ἦν σημανῶν.
Χορός εἴρηκας ἀμφὶ κόσμον ἀψευδῆ λόγον.
ἐγὼ δὲ πρὸς σὲ πότερον ὡς ἔτην λέγω,
ῥήτορ’ ἱεροράβδον, πόλεως ἀγόν;
Βασιλεύς πρὸς ταῦτ’ ἀμείβου καὶ λέγ’ εὐθαρσὴς ἐμοί.
250τοῦ γηγενοῦς γάρ εἰμ’ ἐγὼ Παλαίχθονος
ἶνις Πελασγός, τῆσδε γῆς ἀρχηγέτης.
ἐμοῦ δ’ ἄνακτος εὐλόγως ἐπώνυμον
γένος Πελασγῶν τήνδε καρποῦται χθόνα.
καὶ πᾶσαν αἶαν, ἧς δι’ ἁγνὸς ἔρχεται
255Στρυμών, τὸ πρὸς δύνοντος ἡλίου, κρατῶ.
ὁρίζομαι δὲ τήν τε Περραίβων χθόνα,
Πίνδου τε τἀπέκεινα, Παιόνων πέλας,
ὄρη τε Δωδωναῖα. συντέμνει δ’ ὅρος
ὑγρᾶς θαλάσσης· τῶνδε τἀπὶ τάδε κρατῶ.
260

αὐτῆς δὲ χώρας Ἀπίας πέδον τόδε
πάλαι κέκληται φωτὸς ἰατροῦ χάριν.
Ἆπις γὰρ ἐλθὼν ἐκ πέρας Ναυπακτίας
ἰατρόμαντις παῖς Ἀπόλλωνος χθόνα
τήνδ’ ἐκκαθαίρει κνωδάλων βροτοφθόρων,
265τὰ δὴ παλαιῶν αἱμάτων μιάσμασιν
χρανθεῖσ’ ἀνῆκε γαῖα μηνιταῖ’ ἄχη
δρακονθόμιλον δυσμενῆ ξυνοικίαν.
τούτων ἄκη τομαῖα καὶ λυτήρια
πράξας ἀμέμπτως Ἆπις Ἀργείᾳ χθονὶ
270μνήμην ποτ’ ἀντίμισθον ηὕρετ’ ἐν λιταῖς.

ἔχουσα δ’ ἤδη τἀπ’ ἐμοῦ τεκμήρια
γένος τ’ ἂν ἐξεύχοιο καὶ λέγοις πρόσω.
μακράν γε μὲν δὴ ῥῆσιν οὐ στέργει πόλις.



Aeschylus, Suppliant Women (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Supp.].
<<Aesch. Supp. 207 Aesch. Supp. 234 (English) >>Aesch. Supp. 274

Powered by PhiloLogic