Aeschylus, Suppliant Women (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Supp.].
<<Aesch. Supp. 176 Aesch. Supp. 207 (English) >>Aesch. Supp. 234

207 Δαναός ἴδοιτο δῆτα πρευμενοῦς ἀπ’ ὄμματος·
Χορός θέλοιμ’ ἂν ἤδη σοὶ πέλας θρόνους ἔχειν.
Δαναός μή νυν σχόλαζε, μηχανῆς δ’ ἔστω κράτος.
Χορός
210 Ζεῦ, κόπων οἴκτιρε μὴ ἀπολωλότας.
Δαναός κείνου θέλοντος εὖ τελευτήσει τάδε.
Χορός
Δαναός καὶ Ζηνὸς ὄρνιν τόνδε νῦν κικλῄσκετε.
Χορός καλοῦμεν αὐγὰς ἡλίου σωτηρίους,—
Δαναός ἁγνόν τ’ Ἀπόλλω, φυγάδ’ ἀπ’ οὐρανοῦ θεόν.
Χορός
215εἰδὼς ἂν αἶσαν τήνδε συγγνοίη βροτοῖς.
Δαναός συγγνοῖτο δῆτα καὶ παρασταίη πρόφρων.
Χορός τίν’ οὖν κικλῄσκω τῶνδε δαιμόνων ἔτι;
Δαναός ὁρῶ τρίαιναν τήνδε σημεῖον θεοῦ.
Χορός ἀλλ’ εὖ τ’ ἔπεμψεν εὖ τε δεξάσθω χθονί.
Δαναός
220Ἑρμῆς ὅδ’ ἄλλος τοῖσιν Ἑλλήνων νόμοις.
Χορός ἐλευθέροις νυν ἐσθλὰ κηρυκευέτω.
Δαναός πάντων δ’ ἀνάκτων τῶνδε κοινοβωμίαν
σέβεσθ’· ἐν ἁγνῷ δ’ ἑσμὸς ὡς πελειάδων
ἵζεσθε κίρκων τῶν ὁμοπτέρων φόβῳ,
225ἐχθρῶν ὁμαίμων καὶ μιαινόντων γένος.
ὄρνιθος ὄρνις πῶς ἂν ἁγνεύοι φαγών;
πῶς δ’ ἂν γαμῶν ἄκουσαν ἄκοντος πάρα
ἁγνὸς γένοιτ’ ἄν; οὐδὲ μὴ ’ν Ἅιδου θανὼν
φύγῃ ματαίων αἰτίας, πράξας τάδε.
230κἀκεῖ δικάζει τἀπλακήμαθ’, ὡς λόγος,
Ζεὺς ἄλλος ἐν καμοῦσιν ὑστάτας δίκας.
σκοπεῖτε, κἀμείβεσθε τόνδε τὸν τρόπον,
ὅπως ἂν ὑμῖν πρᾶγος εὖ νικᾷ τόδε.


Aeschylus, Suppliant Women (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Supp.].
<<Aesch. Supp. 176 Aesch. Supp. 207 (English) >>Aesch. Supp. 234

Powered by PhiloLogic