Aeschylus, Suppliant Women (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Supp.].
<<Aesch. Supp. 162a Aesch. Supp. 176 (English) >>Aesch. Supp. 207

Δαναός 176παῖδες, φρονεῖν χρή· ξὺν φρονοῦντι δ’ ἥκετε
πιστῷ γέροντι τῷ δε ναυκλήρῳ πατρί.
καὶ τἀπὶ χέρσου νῦν προμηθίαν λαβὼν
αἰνῶ φυλάξαι τἄμ’ ἔπη δελτουμένας.
180

ὁρῶ κόνιν, ἄναυδον ἄγγελον στρατοῦ·
σύριγγες οὐ σιγῶσιν ἀξονήλατοι·
ὄχλον δ’ ὑπασπιστῆρα καὶ δορυσσόον
λεύσσω, ξὺν ἵπποις καμπύλοις τ’ ὀχήμασιν·
τάχ’ ἂν πρὸς ἡμᾶς τῆσδε γῆς ἀρχηγέται
185ὀπτῆρες εἶεν ἀγγέλων πεπυσμένοι.
ἀλλ’ εἴτ’ ἀπήμων εἴτε καὶ τεθηγμένος
ὠμῇ ξὺν ὀργῇ τόνδ’ ἐπόρνυται στόλον,
ἄμεινόν ἐστι παντὸς εἵνεκ’, κόραι,
πάγον προσίζειν τόνδ’ ἀγωνίων θεῶν.
190κρεῖσσον δὲ πύργου βωμός, ἄρρηκτον σάκος
ἀλλ’ ὡς τάχιστα βᾶτε, καὶ λευκοστεφεῖς
ἱκετηρίας, ἁγάλματ’ αἰδοίου Διός,
σεμνῶς ἔχουσαι διὰ χερῶν εὐωνύμων,
αἰδοῖα καὶ γοεδνὰ καὶ ζαχρεῖ’ ἔπη
195ξένους ἀμείβεσθ’, ὡς ἐπήλυδας πρέπει,
τορῶς λέγουσαι τάσδ’ ἀναιμάκτους φυγάς.
φθογγῇ δ’ ἑπέσθω πρῶτα μὲν τὸ μὴ θρασύ,
τὸ μὴ μάταιον δ’ ἐκ μετωποσωφρόνων
ἴτω προσώπων ὄμματος παρ’ ἡσύχου.
200καὶ μὴ πρόλεσχος μηδ’ ἐφολκὸς ἐν λόγῳ
γένῃ. τὸ τῇδε κάρτ’ ἐπίφθονον γένος.
μέμνησο δ’ εἴκειν· χρεῖος εἶ ξένη φυγάς.
θρασυστομεῖν γὰρ οὐ πρέπει τοὺς ἥσσονας.
Χορός πάτερ, φρονούντως πρὸς φρονοῦντας ἐννέπεις.
205φυλάξομαι δὲ τάσδε μεμνῆσθαι σέθεν
κεδνὰς ἐφετμάς. Ζεὺς δὲ γεννήτωρ ἴδοι·



Aeschylus, Suppliant Women (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Supp.].
<<Aesch. Supp. 162a Aesch. Supp. 176 (English) >>Aesch. Supp. 207

Powered by PhiloLogic