Aeschylus, Suppliant Women (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Supp.].
<<Aesch. Supp. 1 Aesch. Supp. 1 (English) >>Aesch. Supp. 40

Χορός 1Ζεὺς μὲν ἀφίκτωρ ἐπίδοι προφρόνως
στόλον ἡμέτερον νάιον ἀρθέντ’
ἀπὸ προστομίων λεπτοψαμάθων
Νείλου. Δίαν δὲ λιποῦσαι
5χθόνα σύγχορτον Συρίᾳ φεύγομεν,
οὔτιν’ ἐφ’ αἵματι δημηλασίαν
ψήφῳ πόλεως γνωσθεῖσαν,
ἀλλ’ αὐτογενεῖ φυξανορίᾳ
γάμον Αἰγύπτου παίδων ἀσεβῆ
10’ξονοταζόμεναι.
Δαναὸς δὲ πατὴρ καὶ βούλαρχος
καὶ στασίαρχος τάδε πεσσονομῶν
κύδιστ’ ἀχέων ἐπέκρανε,
φεύγειν ἀνέδην διὰ κῦμ’ ἅλιον,
15κέλσαι δ’ Ἄργους γαῖαν, ὅθεν δὴ
γένος ἡμέτερον τῆς οἰστροδόνου
βοὸς ἐξ ἐπαφῆς κἀξ ἐπιπνοίας
Διὸς εὐχόμενον τετέλεσται.
τίν’ ἂν οὖν χώραν εὔφρονα μᾶλλον
20τῆσδ’ ἀφικοίμεθα
σὺν τοῖσδ’ ἱκετῶν ἐγχειριδίοις
ἐριοστέπτοισι κλάδοισιν;
πόλις, γῆ, καὶ λευκὸν ὕδωρ,
ὕπατοί τε θεοί, καὶ βαρύτιμοι
25χθόνιοι θήκας κατέχοντες,
καὶ Ζεὺς σωτὴρ τρίτος, οἰκοφύλαξ
ὁσίων ἀνδρῶν, δέξασθ’ ἱκέτην
τὸν θηλυγενῆ στόλον αἰδοίῳ
πνεύματι χώρας· ἀρσενοπληθῆ δ’
30ἑσμὸν ὑβριστὴν Αἰγυπτογενῆ,
πρὶν πόδα χέρσῳ τῆ δ’ ἐν ἀσώδει
θεῖναι, ξὺν ὄχῳ ταχυήρει
πέμψατε πόντονδ’· ἔνθα δὲ λαίλαπι
χειμωνοτύπῳ, βροντῇ στεροπῇ τ’
35ὀμβροφόροισίν τ’ ἀνέμοις ἀγρίας
ἁλὸς ἀντήσαντες, ὄλοιντο,
πρίν ποτε λέκτρων, ὧν θέμις εἴργει,
σφετεριξάμενοι πατραδέλφειαν
τήνδ’ ἀεκόντων ἐπιβῆναι.


Aeschylus, Suppliant Women (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Supp.].
<<Aesch. Supp. 1 Aesch. Supp. 1 (English) >>Aesch. Supp. 40

Powered by PhiloLogic