Aeschylus, Seven Against Thebes (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Sept.].
<<Aesch. Sept. 840 Aesch. Sept. 848 (English) >>Aesch. Sept. 875

848 Χορός τάδ’ αὐτόδηλα, προῦπτος ἀγγέλου λόγος·
διπλαῖ μέριμναι, †διδυμάνορα
850κάκ’ αὐτοφόνα, δίμοιρα τέ-
λεια τάδε πάθη. τί φῶ;
τί δ’ ἄλλο γ’ πόνοι πόνων
δόμων ἐφέστιοι;
ἀλλὰ γόων, φίλαι, κατ’ οὖρον
855ἐρέσσετ’ ἀμφὶ κρατὶ πόμπιμον χεροῖν
πίτυλον, ὃς αἰὲν δι’ Ἀχέροντ’ ἀμείβεται
τὰν ἄστολον μελάγκροκον ναύστολον θεωρίδα,
τὰν ἀστιβῆ Ἀπόλλωνι, τὰν ἀνάλιον
860πάνδοκον εἰς ἀφανῆ τε χέρσον.
ἀλλὰ γὰρ ἥκουσ’ αἵδ’ ἐπὶ πρᾶγος
πικρὸν Ἀντιγόνη τ’ ἠδ’ Ἰσμήνη,
θρῆνον ἀδελφοῖν· οὐκ ἀμφιβόλως
οἶμαί σφ’ ἐρατῶν ἐκ βαθυκόλπων
865στηθέων ἥσειν ἄλγος ἐπάξιον.
ἡμᾶς δὲ δίκη πρότερον φήμης
τὸν δυσκέλαδόν θ’ ὕμνον Ἐρινύος
ἰαχεῖν Ἀίδα τ’
870ἐχθρὸν παιᾶν’ ἐπιμέλπειν.
ἰώ, δυσαδελφόταται πασῶν ὁπόσαι
στρόφον ἐσθῆσιν περιβάλλονται,
κλαίω, στένομαι, καὶ δόλος οὐδεὶς
μὴ ’κ φρενὸς ὀρθῶς με λιγαίνειν.


Aeschylus, Seven Against Thebes (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Sept.].
<<Aesch. Sept. 840 Aesch. Sept. 848 (English) >>Aesch. Sept. 875

Powered by PhiloLogic