Aeschylus, Seven Against Thebes (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Sept.].
<<Aesch. Sept. 785 Aesch. Sept. 792 (English) >>Aesch. Sept. 822

792 Ἄγγελος θαρσεῖτε, παῖδες μητέρων τεθραμμέναι.
πόλις πέφευγεν ἥδε δούλιον ζυγόν·
πέπτωκεν ἀνδρῶν ὀβρίμων κομπάσματα·
795πόλις δ’ ἐν εὐδίᾳ τε καὶ κλυδωνίου
πολλαῖσι πληγαῖς ἄντλον οὐκ ἐδέξατο.
στέγει δὲ πύργος, καὶ πύλας φερεγγύοις
ἐφραξάμεσθα μονομάχοισι προστάταις·
καλῶς ἔχει τὰ πλεῖστ’, ἐν ἓξ πυλώμασι·
800τὰς δ’ ἑβδόμας σεμνὸς ἑβδομαγέτης
ἄναξ Ἀπόλλων εἵλετ’, Οἰδίπου γένει
κραίνων παλαιὰς Λαΐου δυσβουλίας.
Χορός τί δ’ ἔστι πρᾶγμα νεόκοτον πόλει πλέον;
Ἄγγελος πόλις σέσωσται· βασιλέες δ’ ὁμόσποροι
Χορός
805τίνες; τί δ’ εἶπας; παραφρονῶ φόβῳ λόγου.
Ἄγγελος φρονοῦσα νῦν ἄκουσον· Οἰδίπου τόκοι
Χορός οἲ ’γὼ τάλαινα, μάντις εἰμὶ τῶν κακῶν.
Ἄγγελος οὐδ’ ἀμφιλέκτως μὴν κατεσποδημένοι
Χορός ἐκεῖθι κεῖσθον ; βαρέα δ’ οὖν ὅμως φράσον.
Ἄγγελος
810ἅνδρες τεθνᾶσιν ἐκ χερῶν αὐτοκτόνων.
Χορός οὕτως ἀδελφαῖς χερσὶν ἠναίρονθ’ ἅμα ;
Χορός οὕτως δαίμων κοινὸς ἦν ἀμφοῖν ἄγαν.
αὐτὸς δ’ ἀναλοῖ δῆτα δύσποτμον γένος.
τοιαῦτα χαίρειν καὶ δακρύεσθαι πάρα·
815πόλιν μὲν εὖ πράσσουσαν, οἱ δ’ ἐπιστάται,
δισσὼ στρατηγώ, διέλαχον σφυρηλάτῳ
Σκύθῃ σιδήρῳ κτημάτων παμπησίαν.
ἕξουσι δ’ ἣν λάβωσιν ἐν ταφῇ χθονός,
πατρὸς κατ’ εὐχὰς δυσπότμως φορούμενοι.
820πόλις σέσωσται· βασιλέοιν δ’ ὁμοσπόροιν
πέπωκεν αἷμά γαῖ’ ὑπ’ ἀλλήλων φόνῳ.


Aeschylus, Seven Against Thebes (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Sept.].
<<Aesch. Sept. 785 Aesch. Sept. 792 (English) >>Aesch. Sept. 822

Powered by PhiloLogic