Aeschylus, Seven Against Thebes (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Sept.].
<<Aesch. Sept. 39 Aesch. Sept. 78 (English) >>Aesch. Sept. 109

78 Χορός θρέομαι φοβερὰ μεγάλ’ ἄχη·
μεθεῖται στρατός· στρατόπεδον λιπὼν
80ῥεῖ πολὺς ὅδε λεὼς πρόδρομος ἱππότας·
αἰθερία κόνις με πείθει φανεῖσ’,
ἄναυδος σαφὴς ἔτυμος ἄγγελος.
ἔτι δὲ <γᾶς> ἐμᾶς πεδί’ ὁπλόκτυπ’ -
τὶ χρίμπτει βοάν· ποτᾶται, βρέμει δ’
85ἀμαχέτου δίκαν ὕδατος ὀροτύπου.
ἰὼ ἰὼ
ἰὼ θεοὶ θεαί τ’ ὀρόμενον κακὸν
βοᾷ τειχέων ὕπερ ἀλεύσατε.
λεύκασπις ὄρνυται λαὸς εὐ-
90τρεπὴς ἐπὶ πόλιν διώκων πόδα.
τίς ἄρα ῥύσεται, τίς ἄρ’ ἐπαρκέσει
θεῶν θεᾶν;
πότερα δῆτ’ ἐγὼ <πάτρια> ποτιπέσω
95βρέτη δαιμόνων;
ἰὼ μάκαρες εὔεδροι,
ἀκμάζει βρετέων ἔχεσθαι· τί μέλ-
λομεν ἀγάστονοι;
100ἀκούετ’ οὐκ ἀκούετ’ ἀσπίδων κτύπον;
πέπλων καὶ στεφέων πότ’ εἰ μὴ νῦν ἀμ-
φὶ λιτάν’ ἕξομεν;
κτύπον δέδορκα· πάταγος οὐχ ἑνὸς δορός.
τί ῥέξεις; προδώσεις, παλαίχθων
105Ἄρης, τὰν τεάν;
ἰὼ χρυσοπήληξ δαῖμον ἔπιδ’ ἔπι-
δε πόλιν ἅν ποτ’ εὐφιλήταν ἔθου.


Aeschylus, Seven Against Thebes (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Sept.].
<<Aesch. Sept. 39 Aesch. Sept. 78 (English) >>Aesch. Sept. 109

Powered by PhiloLogic