Aeschylus, Seven Against Thebes (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Sept.].
<<Aesch. Sept. 521 Aesch. Sept. 526 (English) >>Aesch. Sept. 563

526 Ἄγγελος οὕτως γένοιτο. τὸν δὲ πέμπτον αὖ λέγω,
πέμπταισι προσταχθέντα Βορραίαις πύλαις,
τύμβον κατ’ αὐτὸν Διογενοῦς Ἀμφίονος·
ὄμνυσι δ’ αἰχμὴν ἣν ἔχει μᾶλλον θεοῦ
530σέβειν πεποιθὼς ὀμμάτων θ’ ὑπέρτερον,
μὴν λαπάξειν ἄστυ Καδμείων βίᾳ
Διός· τόδ’ αὐδᾷ μητρὸς ἐξ ὀρεσκόου
βλάστημα καλλίπρῳρον, ἀνδρόπαις ἀνήρ·
στείχει δ’ ἴουλος ἄρτι διὰ παρηίδων,
535ὥρας φυούσης, ταρφὺς ἀντέλλουσα θρίξ.
δ’ ὠμόν, οὔτι παρθένων ἐπώνυμον,
φρόνημα, γοργὸν δ’ ὄμμ’ ἔχων, προσίσταται.
οὐ μὴν ἀκόμπαστός γ’ ἐφίσταται πύλαις·
τὸ γὰρ πόλεως ὄνειδος ἐν χαλκηλάτῳ
540σάκει, κυκλωτῷ σώματος προβλήματι,
Σφίγγ’ ὠμόσιτον προσμεμηχανημένην
γόμφοις ἐνώμα, λαμπρὸν ἔκκρουστον δέμας,
φέρει δ’ ὑφ’ αὑτῇ φῶτα Καδμείων ἕνα,
ὡς πλεῖστ’ ἐπ’ ἀνδρὶ τῷδ’ ἰάπτεσθαι βέλη.
545ἐλθὼν δ’ ἔοικεν οὐ καπηλεύσειν μάχην,
μακρᾶς κελεύθου δ’ οὐ καταισχυνεῖν πόρον,
Παρθενοπαῖος Ἀρκάς· δὲ τοιόσδ’ ἀνὴρ
μέτοικος, Ἄργει δ’ ἐκτίνων καλὰς τροφάς,
πύργοις ἀπειλεῖ τοῖσδ’ μὴ κραίνοι θεός.
Ἐτεοκλῆς
550εἰ γὰρ τύχοιεν ὧν φρονοῦσι πρὸς θεῶν,
αὐτοῖς ἐκείνοις ἀνοσίοις κομπάσμασιν·
τἂν πανώλεις παγκάκως τ’ ὀλοίατο.
ἔστιν δὲ καὶ τῷδ’, ὃν λέγεις τὸν Ἀρκάδα,
ἀνὴρ ἄκομπος, χεὶρ δ’ ὁρᾷ τὸ δράσιμον,
555Ἄκτωρ ἀδελφὸς τοῦ πάρος λελεγμένου·
ὃς οὐκ ἐάσει γλῶσσαν ἐργμάτων ἄτερ
ἔσω πυλῶν ῥέουσαν ἀλδαίνειν κακά,
οὐδ’ εἰσαμεῖψαι θηρὸς ἐχθίστου δάκους
εἰκὼ φέροντα πολεμίας ἐπ’ ἀσπίδος·
560 ’ξωθεν εἴσω τῷ φέροντι μέμψεται,
πυκνοῦ κροτησμοῦ τυγχάνουσ’ ὑπὸ πτόλιν.
θεῶν θελόντων τἂν ἀληθεύσαιμ’ ἐγώ.


Aeschylus, Seven Against Thebes (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Sept.].
<<Aesch. Sept. 521 Aesch. Sept. 526 (English) >>Aesch. Sept. 563

Powered by PhiloLogic