Aeschylus, Seven Against Thebes (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Sept.].
<<Aesch. Sept. 481 Aesch. Sept. 486 (English) >>Aesch. Sept. 521

486 Ἄγγελος τέταρτος ἄλλος, γείτονας πύλας ἔχων
Ὄγκας Ἀθάνας, ξὺν βοῇ παρίσταται,
Ἱππομέδοντος σχῆμα καὶ μέγας τύπος·
ἅλω δὲ πολλήν, ἀσπίδος κύκλον λέγω,
490ἔφριξα δινήσαντος· οὐκ ἄλλως ἐρῶ.
σηματουργὸς δ’ οὔ τις εὐτελὴς ἄρ’ ἦν
ὅστις τόδ’ ἔργον ὤπασεν πρὸς ἀσπίδι,
Τυφῶν’ ἱέντα πύρπνοον διὰ στόμα
λιγνὺν μέλαιναν, αἰόλην πυρὸς κάσιν·
495ὄφεων δὲ πλεκτάναισι περίδρομον κύτος
προσηδάφισται κοιλογάστορος κύκλου.
αὐτὸς δ’ ἐπηλάλαξεν, ἔνθεος δ’ Ἄρει
βακχᾷ πρὸς ἀλκὴν Θυιὰς ὣς φόβον βλέπων.
τοιοῦδε φωτὸς πεῖραν εὖ φυλακτέον·
500Φόβος γὰρ ἤδη πρὸς πύλαις κομπάζεται.
Ἐτεοκλῆς πρῶτον μὲν Ὄγκα Παλλάς, ἥτ’ ἀγχίπτολις,
πύλαισι γείτων, ἀνδρὸς ἐχθαίρουσ’ ὕβριν,
εἴρξει νεοσσῶν ὣς δράκοντα δύσχιμον·
Ὑπέρβιος δέ, κεδνὸς Οἴνοπος τόκος,
505ἀνὴρ κατ’ ἄνδρα τοῦτον ᾑρέθη, θέλων
ἐξιστορῆσαι μοῖραν ἐν χρείᾳ τύχης,
οὔτ’ εἶδος οὔτε θυμὸν οὐδ’ ὅπλων σχέσιν
μωμητός, Ἑρμῆς δ’ εὐλόγως ξυνήγαγεν.
ἐχθρὸς γὰρ ἁνὴρ ἀνδρὶ τῷ ξυστήσεται,
510ξυνοίσετον δὲ πολεμίους ἐπ’ ἀσπίδων
θεούς· μὲν γὰρ πύρπνοον Τυφῶν’ ἔχει,
Ὑπερβίῳ δὲ Ζεὺς πατὴρ ἐπ’ ἀσπίδος
σταδαῖος ἧσται, διὰ χερὸς βέλος φλέγων·
κοὔπω τις εἶδε Ζῆνά που νικώμενον.
515τοιάδε μέντοι προσφίλεια δαιμόνων·
πρὸς τῶν κρατούντων δ’ ἐσμέν, οἱ δ’ ἡσσωμένων,
εἰ Ζεύς γε Τυφῶ καρτερώτερος μάχῃ·
519εἰκὸς δὲ πράξειν ἄνδρας ὧδ’ ἀντιστάτας,
518Ὑπερβίῳ τε πρὸς λόγον τοῦ σήματος
520σωτὴρ γένοιτ’ ἂν Ζεὺς ἐπ’ ἀσπίδος τυχών.


Aeschylus, Seven Against Thebes (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Sept.].
<<Aesch. Sept. 481 Aesch. Sept. 486 (English) >>Aesch. Sept. 521

Powered by PhiloLogic