Aeschylus, Seven Against Thebes (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Sept.].
<<Aesch. Sept. 452 Aesch. Sept. 457 (English) >>Aesch. Sept. 481

457 Ἄγγελος καὶ μὴν τὸν ἐντεῦθεν λαχόντα πρὸς πύλαις
λέξω· τρίτῳ γὰρ Ἐτεόκλῳ τρίτος πάλος
ἐξ ὑπτίου ’πήδησεν εὐχάλκου κράνους,
460πύλαισι Νηίστῃσι προσβαλεῖν λόχον.
ἵππους δ’ ἐν ἀμπυκτῆρσιν ἐμβριμωμένας
δινεῖ, θελούσας πρὸς πύλαις πεπτωκέναι.
φιμοὶ δὲ συρίζουσι βάρβαρον τρόπον,
μυκτηροκόμποις πνεύμασιν πληρούμενοι.
465ἐσχημάτισται δ’ ἀσπὶς οὐ σμικρὸν τρόπον·
ἀνὴρ δ’· ὁπλίτης κλίμακος προσαμβάσεις
στείχει πρὸς ἐχθρῶν πύργον, ἐκπέρσαι θέλων.
βοᾷ δὲ χοὖτος γραμμάτων ἐν ξυλλαβαῖς,
ὡς οὐδ’ ἂν Ἄρης σφ’ ἐκβάλοι πυργωμάτων.
470καὶ τῷδε φωτὶ πέμπε τὸν φερέγγυον
πόλεως ἀπείργειν τῆσδε δούλιον ζυγόν.
Ἐτεοκλῆς πέμποιμ’ ἂν ἤδη τόνδε, σὺν τύχῃ δέ τῳ·
καὶ δὴ πέπεμπται κόμπον ἐν χεροῖν ἔχων,
Μεγαρεύς, Κρέοντος σπέρμα τοῦ σπαρτῶν
γένους,
475ὃς οὔτι μάργων ἱππικῶν φρυαγμάτων
βρόμον φοβηθεὶς ἐκ πυλῶν χωρήσεται,
ἀλλ’ θανὼν τροφεῖα πληρώσει χθονί,
καὶ δύ’ ἄνδρε καὶ πόλισμ’ ἐπ’ ἀσπίδος
ἑλὼν λαφύροις δῶμα κοσμήσει πατρός.
480κόμπαζ’ ἐπ’ ἄλλῳ, μηδέ μοι φθόνει λέγων.


Aeschylus, Seven Against Thebes (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Sept.].
<<Aesch. Sept. 452 Aesch. Sept. 457 (English) >>Aesch. Sept. 481

Powered by PhiloLogic