422 Ἄγγελος
τούτῳ μὲν οὕτως εὐτυχεῖν δοῖεν θεοί·
Καπανεὺς δ’ ἐπ’ Ἠλέκτραισιν εἴληχεν πύλαις,
γίγας ὅδ’ ἄλλος τοῦ πάρος λελεγμένου
425μείζων, ὁ κόμπος δ’ οὐ κατ’ ἄνθρωπον φρονεῖ,
πύργοις δ’ ἀπειλεῖ δείν’, ἃ μὴ κραίνοι τύχη·
θεοῦ τε γὰρ θέλοντος ἐκπέρσειν πόλιν
καὶ μὴ θέλοντός φησιν, οὐδὲ τὴν Διὸς
ἔριν πέδοι σκήψασαν ἐμποδὼν σχεθεῖν.
430τὰς δ’ ἀστραπάς τε καὶ κεραυνίους βολὰς
μεσημβρινοῖσι θάλπεσιν προσῄκασεν·
ἔχει δὲ σῆμα γυμνὸν ἄνδρα πυρφόρον,
φλέγει δὲ λαμπὰς διὰ χερῶν ὡπλισμένη·
χρυσοῖς δὲ φωνεῖ γράμμασιν “πρήσω πόλιν.”
435τοιῷδε φωτὶ πέμπε—τίς ξυστήσεται,
τίς ἄνδρα κομπάζοντα μὴ τρέσας μενεῖ;
Ἐτεοκλῆς
καὶ τῷδε κέρδει κέρδος ἄλλο τίκτεται.
τῶν τοι ματαίων ἀνδράσιν φρονημάτων
ἡ γλῶσσ’ ἀληθὴς γίγνεται κατήγορος·
440Καπανεὺς δ’ ἀπειλεῖ, δρᾶν παρεσκευασμένος,
θεοὺς ἀτίζων, κἀπογυμνάζων στόμα
χαρᾷ ματαίᾳ θνητὸς ὢν εἰς οὐρανὸν
πέμπει γεγωνὰ Ζηνὶ κυμαίνοντ’ ἔπη·
πέποιθα δ’ αὐτῷ ξὺν δίκῃ τὸν πυρφόρον
445ἥξειν κεραυνόν, οὐδὲν ἐξῃκασμένον
μεσημβρινοῖσι θάλπεσιν τοῖς ἡλίου.
ἀνὴρ δ’ ἐπ’ αὐτῷ, κεἰ στόμαργός ἐστ’ ἄγαν,
αἴθων τέτακται λῆμα, Πολυφόντου βία,
φερέγγυον φρούρημα, προστατηρίας
450Ἀρτέμιδος εὐνοίαισι σύν τ’ ἄλλοις θεοῖς.
λέγ’ ἄλλον ἄλλαις ἐν πύλαις εἰληχότα.
