Aeschylus, Seven Against Thebes (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Sept.].
<<Aesch. Sept. 1 Aesch. Sept. 39 (English) >>Aesch. Sept. 78

39 Ἄγγελος Ἐτεόκλεες, φέριστε Καδμείων ἄναξ,
40ἥκω σαφῆ τἀκεῖθεν ἐκ στρατοῦ φέρων,
αὐτὸς κατόπτης δ’ εἴμ’ ἐγὼ τῶν πραγμάτων·
ἄνδρες γὰρ ἑπτά, θούριοι λοχαγέται,
ταυροσφαγοῦντες ἐς μελάνδετον σάκος
καὶ θιγγάνοντες χερσὶ ταυρείου φόνου,
45Ἄρη τ’, Ἐνυώ, καὶ φιλαίματον Φόβον
ὡρκωμότησαν πόλει κατασκαφὰς
θέντες λαπάξειν ἄστυ Καδμείων βίᾳ,
γῆν θανόντες τήνδε φυράσειν φόνῳ·
μνημεῖά θ’ αὑτῶν τοῖς τεκοῦσιν ἐς δόμους
50πρὸς ἅρμ’ Ἀδράστου χερσὶν ἔστεφον, δάκρυ
λείβοντες· οἶκτος δ’ οὔτις ἦν διὰ στόμα.
σιδηρόφρων γὰρ θυμὸς ἀνδρείᾳ φλέγων
ἔπνει, λεόντων ὡς Ἄρη δεδορκότων.
καὶ τῶνδε πύστις οὐκ ὄκνῳ χρονίζεται·
55κληρουμένους δ’ ἔλειπον, ὡς πάλῳ λαχὼν
ἕκαστος αὐτῶν πρὸς πύλας ἄγοι λόχον.
πρὸς ταῦτ’ ἀρίστους ἄνδρας ἐκκρίτους πόλεως
πυλῶν ἐπ’ ἐξόδοισι τάγευσαι τάχος·
ἐγγὺς γὰρ ἤδη πάνοπλος Ἀργείων στρατὸς
60χωρεῖ, κονίει, πεδία δ’ ἀργηστὴς ἀφρὸς
χραίνει σταλαγμοῖς ἱππικῶν ἐκ πλευμόνων.
σὺ δ’ ὥστε ναὸς κεδνὸς οἰακοστρόφος
φράξαι πόλισμα, πρὶν καταιγίσαι πνοὰς
Ἄρεως· βοᾷ γὰρ κῦμα χερσαῖον στρατοῦ·
65καὶ τῶνδε καιρὸν ὅστις ὤκιστος λαβέ·
κἀγὼ τὰ λοιπὰ πιστὸν ἡμεροσκόπον
ὀφθαλμὸν ἕξω, καὶ σαφηνείᾳ λόγου
εἰδὼς τὰ τῶν θύραθεν ἀβλαβὴς ἔσῃ.
Ἐτεοκλῆς Ζεῦ τε καὶ Γῆ καὶ πολισσοῦχοι θεοί,
70Ἀρά τ’ Ἐρινὺς πατρὸς μεγασθενής,
μή μοι πόλιν γε πρυμνόθεν πανώλεθρον
ἐκθαμνίσητε δῃάλωτον, Ἑλλάδος
φθόγγον χέουσαν, καὶ δόμους ἐφεστίους·
ἐλευθέραν δὲ γῆν τε καὶ Κάδμου πόλιν
75ζυγοῖσι δουλίοισι μήποτε σχεθεῖν·
γένεσθε δ’ ἀλκή· ξυνὰ δ’ ἐλπίζω λέγειν·
πόλις γὰρ εὖ πράσσουσα δαίμονας τίει.


Aeschylus, Seven Against Thebes (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Sept.].
<<Aesch. Sept. 1 Aesch. Sept. 39 (English) >>Aesch. Sept. 78

Powered by PhiloLogic