Aeschylus, Seven Against Thebes (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Sept.].
<<Aesch. Sept. 239 Aesch. Sept. 245 (English) >>Aesch. Sept. 288

Χορός 245καὶ μὴν ἀκούω γ’ ἱππικῶν φρυαγμάτων.
Ἐτεοκλῆς μή νυν ἀκούουσ’ ἐμφανῶς ἄκου’ ἄγαν.
Χορός στένει πόλισμα γῆθεν, ὡς κυκλουμένων.
Ἐτεοκλῆς οὐκοῦν ἔμ’ ἀρκεῖ τῶνδε βουλεύειν πέρι.
Χορός δέδοικ’, ἀραγμὸς δ’ ἐν πύλαις ὀφέλλεται.
Ἐτεοκλῆς
250οὐ σῖγα μηδὲν τῶνδ’ ἐρεῖς κατὰ πτόλιν;
Χορός ξυντέλεια, μὴ προδῷς πυργώματα.
Ἐτεοκλῆς οὐκ ἐς φθόρον σιγῶσ’ ἀνασχήσῃ τάδε;
Χορός θεοὶ πολῖται, μή με δουλείας τυχεῖν.
Ἐτεοκλῆς αὐτὴ σὺ δουλοῖς κἀμὲ καὶ πᾶσαν πόλιν.
Χορός
255 παγκρατὲς Ζεῦ, τρέψον εἰς ἐχθροὺς βέλος.
Ἐτεοκλῆς Ζεῦ, γυναικῶν οἷον ὤπασας γένος.
Χορός μοχθηρόν, ὥσπερ ἄνδρας ὧν ἁλῷ πόλις.
Ἐτεοκλῆς παλινστομεῖς αὖ θιγγάνουσ’ ἀγαλμάτων;
Χορός ἀψυχίᾳ γὰρ γλῶσσαν ἁρπάζει φόβος.
Ἐτεοκλῆς
260αἰτουμένῳ μοι κοῦφον εἰ δοίης τέλος.
Χορός λέγοις ἂν ὡς τάχιστα, καὶ τάχ’ εἴσομαι.
Ἐτεοκλῆς σίγησον, τάλαινα, μὴ φίλους φόβει.
Χορός σιγῶ· σὺν ἄλλοις πείσομαι τὸ μόρσιμον.
Ἐτεοκλῆς τοῦτ’ ἀντ’ ἐκείνων τοὔπος αἱροῦμαι σέθεν.
265καὶ πρός γε τούτοις, ἐκτὸς οὖσ’ ἀγαλμάτων,
εὔχου τὰ κρείσσω, ξυμμάχους εἶναι θεούς·
κἀμῶν ἀκούσασ’ εὐγμάτων, ἔπειτα σὺ
ὀλολυγμὸν ἱερὸν εὐμενῆ παιώνισον,
Ἑλληνικὸν νόμισμα θυστάδος βοῆς,
270θάρσος φίλοις, λύουσα πολέμιον φόβον.

ἐγὼ δὲ χώρας τοῖς πολισσούχοις θεοῖς,
πεδιονόμοις τε κἀγορᾶς ἐπισκόποις,
Δίρκης τε πηγαῖς, ὕδατί τ’ Ἰσμηνοῦ λέγω
εὖ ξυντυχόντων καὶ πόλεως σεσωμένης,
275μήλοισιν αἱμάσσοντας ἑστίας θεῶν,
ταυροκτονοῦντας θεοῖσιν, ὧδ’ ἐπεύχομαι
θύσειν τροπαῖα, δαΐων δ’ ἐσθήματα,
στέψω λάφυρα δουρίπληχθ’ ἁγνοῖς δόμοις.
στέψω πρὸ ναῶν, πολεμίων δ’ ἐσθήματα.†
280

τοιαῦτ’ ἐπεύχου μὴ φιλοστόνως θεοῖς,
μηδ’ ἐν ματαίοις κἀγρίοις ποιφύγμασιν·
οὐ γάρ τι μᾶλλον μὴ φύγῃς τὸ μόρσιμον.
ἐγὼ δέ γ’ ἄνδρας ἓξ ἐμοὶ σὺν ἑβδόμῳ
ἀντηρέτας ἐχθροῖσι τὸν μέγαν τρόπον
285εἰς ἑπτατειχεῖς ἐξόδους τάξω μολών,
πρὶν ἀγγέλους σπερχνούς τε καὶ ταχυρρόθους
λόγους ἱκέσθαι καὶ φλέγειν χρείας ὕπο.



Aeschylus, Seven Against Thebes (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Sept.].
<<Aesch. Sept. 239 Aesch. Sept. 245 (English) >>Aesch. Sept. 288

Powered by PhiloLogic