Aeschylus, Seven Against Thebes (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Sept.].
<<Aesch. Sept. 174 Aesch. Sept. 181 (English) >>Aesch. Sept. 203

181 Ἐτεοκλῆς ὑμᾶς ἐρωτῶ, θρέμματ’ οὐκ ἀνασχετά,
ταῦτ’ ἄριστα καὶ πόλει σωτήρια,
στρατῷ τε θάρσος τῷδε πυργηρουμένῳ,
185βρέτη πεσούσας πρὸς πολισσούχων θεῶν
αὔειν, λακάζειν, σωφρόνων μισήματα;
μήτ’ ἐν κακοῖσι μήτ’ ἐν εὐεστοῖ φίλῃ
ξύνοικος εἴην τῷ γυναικείῳ γένει.
κρατοῦσα μὲν γὰρ οὐχ ὁμιλητὸν θράσος,
190δείσασα δ’ οἴκῳ καὶ πόλει πλέον κακόν.
καὶ νῦν πολίταις τάσδε διαδρόμους φυγὰς
θεῖσαι διερροθήσατ’ ἄψυχον κάκην·
τὰ τῶν θύραθεν δ’ ὡς ἄριστ’ ὀφέλλεται,
αὐτοὶ δ’ ὑπ’ αὐτῶν ἔνδοθεν πορθούμεθα.
195τοιαῦτά τἂν γυναιξὶ συνναίων ἔχοις.
κεἰ μή τις ἀρχῆς τῆς ἐμῆς ἀκούσεται,
ἀνὴρ γυνή τε χὤ τι τῶν μεταίχμιον,
ψῆφος κατ’ αὐτῶν ὀλεθρία βουλεύσεται,
λευστῆρα δήμου δ’ οὔ τι μὴ φύγῃ μόρον.
200μέλει γὰρ ἀνδρί, μὴ γυνὴ βουλευέτω,
τἄξωθεν· ἔνδον δ’ οὖσα μὴ βλάβην τίθει.
ἤκουσας οὐκ ἤκουσας, κωφῇ λέγω;


Aeschylus, Seven Against Thebes (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Sept.].
<<Aesch. Sept. 174 Aesch. Sept. 181 (English) >>Aesch. Sept. 203

Powered by PhiloLogic