Aeschylus, Seven Against Thebes (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Sept.].
<<Aesch. Sept. 1032 Aesch. Sept. 1048 (English) >>Aesch. Sept. 1048

1048 Κῆρυξ αὐδῶ πόλιν σε μὴ βιάζεσθαι τάδε.
Ἀντιγόνη αὐδῶ σὲ μὴ περισσὰ κηρύσσειν ἐμοί.
Κῆρυξ
1050τραχύς γε μέντοι δῆμος ἐκφυγὼν κακά.
Ἀντιγόνη τράχυν’· ἄθαπτος δ’ οὗτος οὐ γενήσεται.
Κῆρυξ ἀλλ’ ὃν πόλις στυγεῖ, σὺ τιμήσεις τάφῳ,;
Ἀντιγόνη ἤδη τὰ τοῦδε διατετίμηται θεοῖς.
Κῆρυξ οὔ, πρίν γε χώραν τήνδε κινδύνῳ βαλεῖν.
Ἀντιγόνη
1055παθὼν κακῶς κακοῖσιν ἀντημείβετο.
Κῆρυξ ἀλλ’ εἰς ἅπαντας ἀνθ’ ἑνὸς τόδ’ ἔργον ἦν.
Ἀντιγόνη ἔρις περαίνει μῦθον ὑστάτη θεῶν.
ἐγὼ δὲ θάψω τόνδε· μὴ μακρηγόρει.
Κῆρυξ ἀλλ’ αὐτόβουλος ἴσθ’, ἀπεννέπω δ’ ἐγώ.
Χορός φεῦ φεῦ.
1060 μεγάλαυχοι καὶ φθερσιγενεῖς
Κῆρες Ἐρινύες, αἵτ’ Οἰδιπόδα
γένος ὠλέσατε πρυμνόθεν οὕτως,
τί πάθω; τί δὲ δρῶ ; τί δὲ μήσωμαι;
πῶς τολμήσω μήτε σὲ κλαίειν
1065μήτε προπέμπειν ἐπὶ τύμβον ·
ἀλλὰ φοβοῦμαι κἀποτρέπομαι
δεῖμα πολιτῶν.
σύ γε μὴν πολλῶν πενθητήρων
τεύξει· κεῖνος δ’ τάλας ἄγοος
1070μονόκλαυτον ἔχων θρῆνον ἀδελφῆς
εἶσιν· τίς ἂν οὖν τὰ πίθοιτο ;
Ἡμιχόριον Α δράτω <τι> πόλις καὶ μὴ δράτω
τοὺς κλαίοντας Πολυνείκη.
ἡμεῖς μὲν ἴμεν καὶ συνθάψομεν
1075αἵδε προπομποί. καὶ γὰρ γενεᾷ
κοινὸν τόδ’ ἄχος, καὶ πόλις ἄλλως
ἄλλοτ’ ἐπαινεῖ τὰ δίκαια.
Ἡμιχόριον Β ἡμεῖς δ’ ἅμα τῷδ’, ὥσπερ τε πόλις
καὶ τὸ δίκαιον ξυνεπαινεῖ.
1080μετὰ γὰρ μάκαρας καὶ Διὸς ἰσχὺν
ὅδε Καδμείων ἤρυξε πόλιν
μὴ ’νατραπῆναι μηδ’ ἀλλοδαπῷ
κύματι φωτῶν
κατακλυσθῆναι τὰ μάλιστα.


Aeschylus, Seven Against Thebes (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Sept.].
<<Aesch. Sept. 1032 Aesch. Sept. 1048 (English) >>Aesch. Sept. 1048

Powered by PhiloLogic