Aeschylus, Seven Against Thebes (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Sept.].
<<Aesch. Sept. 994 Aesch. Sept. 1011 (English) >>Aesch. Sept. 1032

1011 Κῆρυξ δοκοῦντα καὶ δόξαντ’ ἀπαγγέλλειν με χρὴ
δήμου προβούλοις τῆσδε Καδμείας πόλεως·
Ἐτεοκλέα μὲν τόνδ’ ἐπ’ εὐνοίᾳ χθονὸς
θάπτειν ἔδοξε γῆς φίλαις κατασκαφαῖς·
1015στυγῶν γὰρ ἐχθροὺς θάνατον εἵλετ’ ἐν πόλει
ἱερῶν πατρῴων δ’ ὅσιος ὢν μομφῆς ἄτερ
τέθνηκεν οὗπερ τοῖς νέοις θνῄσκειν καλόν.
οὕτω μὲν ἀμφὶ τοῦδ’ ἐπέσταλται λέγειν·
τούτου δ’ ἀδελφὸν τόνδε Πολυνείκους νεκρὸν
1020ἔξω βαλεῖν ἄθαπτον, ἁρπαγὴν κυσίν,
ὡς ὄντ’ ἀναστατῆρα Καδμείων χθονός,
εἰ μὴ θεῶν τις ἐμποδὼν ἔστη δορὶ
τῷ τοῦδ’·. ἄγος δὲ καὶ θανὼν κεκτήσεται
θεῶν πατρῴων, οὓς ἀτιμάσας ὅδε
1025στράτευμ’ ἐπακτὸν ἐμβαλὼν ᾕρει πόλιν.
οὕτω πετηνῶν τόνδ’ ὑπ’ οἰωνῶν δοκεῖ
ταφέντ’ ἀτίμως τοὐπιτίμιον λαβεῖν,
καὶ μήθ’ ὁμαρτεῖν τυμβοχόα χειρώματα
μήτ’ ὀξυμόλποις προσσέβειν οἰμώγμασιν,
1030ἄτιμον εἶναι δ’ ἐκφορᾶς φίλων ὕπο.
τοιαῦτ’ ἔδοξε τῷδε Καδμείων τέλει.


Aeschylus, Seven Against Thebes (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Sept.].
<<Aesch. Sept. 994 Aesch. Sept. 1011 (English) >>Aesch. Sept. 1032

Powered by PhiloLogic