Aeschylus, Seven Against Thebes (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Sept.].
<<Aesch. Sept. 1 Aesch. Sept. 1 (English) >>Aesch. Sept. 39

Ἐτεοκλῆς 1Κάδμου πολῖται, χρὴ λέγειν τὰ καίρια
ὅστις φυλάσσει πρᾶγος ἐν πρύμνῃ πόλεως
οἴακα νωμῶν, βλέφαρα μὴ κοιμῶν ὕπνῳ.
εἰ μὲν γὰρ εὖ πράξαιμεν, αἰτία θεοῦ·
5εἰ δ’ αὖθ’, μὴ γένοιτο, συμφορὰ τύχοι,
Ἐτεοκλέης ἂν εἷς πολὺς κατὰ πτόλιν
ὑμνοῖθ’ ὑπ’ ἀστῶν φροιμίοις πολυρρόθοις
οἰμώγμασίν θ’, ὧν Ζεὺς ἀλεξητήριος
ἐπώνυμος γένοιτο Καδμείων πόλει.
10

ὑμᾶς δὲ χρὴ νῦν, καὶ τὸν ἐλλείποντ’ ἔτι
ἥβης ἀκμαίας καὶ τὸν ἔξηβον χρόνῳ,
βλαστημὸν ἀλδαίνοντα σώματος πολύν,
ὥραν τ’ ἔχονθ’ ἕκαστον ὥστε συμπρεπές,
πόλει τ’ ἀρήγειν καὶ θεῶν ἐγχωρίων
15βωμοῖσι, τιμὰς μὴ ’ξαλειφθῆναί ποτε·
τέκνοις τε, Γῇ τε μητρί, φιλτάτῃ τροφῷ·
γὰρ νέους ἕρποντας εὐμενεῖ πέδῳ,
ἅπαντα πανδοκοῦσα παιδείας ὄτλον,
ἐθρέψατ’ οἰκητῆρας ἀσπιδηφόρους
20πιστοὺς ὅπως γένοισθε πρὸς χρέος τόδε.
καὶ νῦν μὲν ἐς τόδ’ ἦμαρ εὖ ῥέπει θεός·
χρόνον γὰρ ἤδη τόνδε πυργηρουμένοις
καλῶς τὰ πλείω πόλεμος ἐκ θεῶν κυρεῖ.
νῦν δ’ ὡς μάντις φησίν, οἰωνῶν βοτήρ,
25ἐν ὠσὶ νωμῶν καὶ φρεσίν, πυρὸς δίχα,
χρηστηρίους ὄρνιθας ἀψευδεῖ τέχνῃ·
οὗτος τοιῶνδε δεσπότης μαντευμάτων
λέγει μεγίστην προσβολὴν Ἀχαιίδα
νυκτηγορεῖσθαι κἀπιβουλεύσειν πόλει.
30ἀλλ’ ἔς τ’ ἐπάλξεις καὶ πύλας πυργωμάτων
ὁρμᾶσθε πάντες, σοῦσθε σὺν παντευχίᾳ,
πληροῦτε θωρακεῖα, κἀπὶ σέλμασιν
πύργων στάθητε, καὶ πυλῶν ἐπ’ ἐξόδοις
μίμνοντες εὖ θαρσεῖτε, μηδ’ ἐπηλύδων
35ταρβεῖτ’ ἄγαν ὅμιλον· εὖ τελεῖ θεός.

σκοποὺς δὲ κἀγὼ καὶ κατοπτῆρας στρατοῦ
ἔπεμψα, τοὺς πέποιθα μὴ ματᾶν ὁδῷ·
καὶ τῶνδ’ ἀκούσας οὔ τι μὴ ληφθῶ δόλῳ.



Aeschylus, Seven Against Thebes (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Sept.].
<<Aesch. Sept. 1 Aesch. Sept. 1 (English) >>Aesch. Sept. 39

Powered by PhiloLogic