Aeschylus, Persians (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Pers.].
<<Aesch. Pers. 759 Aesch. Pers. 787 (English) >>Aesch. Pers. 800

787 Χορός τί οὖν, ἄναξ Δαρεῖε, ποῖ καταστρέφεις
λόγων τελευτήν; πῶς ἂν ἐκ τούτων ἔτι
πράσσοιμεν ὡς ἄριστα Περσικὸς λεώς;
Δαρεῖος
790εἰ μὴ στρατεύοισθ’ ἐς τὸν Ἑλλήνων τόπον,
μηδ’ εἰ στράτευμα πλεῖον τὸ Μηδικόν.
αὐτὴ γὰρ γῆ ξύμμαχος κείνοις πέλει.
Χορός πῶς τοῦτ’ ἔλεξας, τίνι τρόπῳ δὲ συμμαχεῖ;
Δαρεῖος κτείνουσα λιμῷ τοὺς ὑπερπόλλους ἄγαν.
Χορός
795ἀλλ’ εὐσταλῆ τοι λεκτὸν ἀροῦμεν στόλον.
Δαρεῖος ἀλλ’ οὐδ’ μείνας νῦν ἐν Ἑλλάδος τόποις
στρατὸς κυρήσει νοστίμου σωτηρίας.
Χορός πῶς εἶπας; οὐ γὰρ πᾶν στράτευμα βαρβάρων
περᾷ τὸν Ἕλλης πορθμὸν Εὐρώπης ἄπο;


Aeschylus, Persians (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Pers.].
<<Aesch. Pers. 759 Aesch. Pers. 787 (English) >>Aesch. Pers. 800

Powered by PhiloLogic