Aeschylus, Persians (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Pers.].
<<Aesch. Pers. 739 Aesch. Pers. 759 (English) >>Aesch. Pers. 787

759 Δαρεῖος τοιγάρ σφιν ἔργον ἐστὶν ἐξειργασμένον
760μέγιστον, ἀείμνηστον, οἷον οὐδέπω
τόδ’ ἄστυ Σούσων ἐξεκείνωσεν πεσόν,
ἐξ οὗτε τιμὴν Ζεὺς ἄναξ τήνδ’ ὤπασεν,
ἕν’ ἄνδρ’ ἁπάσης Ἀσίδος μηλοτρόφου
ταγεῖν, ἔχοντα σκῆπτρον εὐθυντήριον.
765Μῆδος γὰρ ἦν πρῶτος ἡγεμὼν στρατοῦ·
ἄλλος δ’ ἐκείνου παῖς τόδ’ ἔργον ἤνυσεν·
φρένες γὰρ αὐτοῦ θυμὸν ᾠακοστρόφουν.
τρίτος δ’ ἀπ’ αὐτοῦ Κῦρος, εὐδαίμων ἀνήρ,
ἄρξας ἔθηκε πᾶσιν εἰρήνην φίλοις·
770Λυδῶν δὲ λαὸν καὶ Φρυγῶν ἐκτήσατο,
Ἰωνίαν τε πᾶσαν ἤλασεν βίᾳ.
θεὸς γὰρ οὐκ ἤχθηρεν, ὡς εὔφρων ἔφυ.
Κύρου δὲ παῖς τέταρτος ηὔθυνε στρατόν.
πέμπτος δὲ Μάρδος ἦρξεν, αἰσχύνη πάτρᾳ
775θρόνοισί τ’ ἀρχαίοισι· τὸν δὲ σὺν δόλῳ
Ἀρταφρένης ἔκτεινεν ἐσθλὸς ἐν δόμοις,
ξὺν ἀνδράσιν φίλοισιν, οἷς τόδ’ ἦν χρέος.
ἕκτος δὲ Μάραφις, ἕβδομος δ’ Ἀρταφρένης.
κἀγὼ πάλου τ’ ἔκυρσα τοῦπερ ἤθελον,
780κἀπεστράτευσα πολλὰ σὺν πολλῷ στρατῷ·
ἀλλ’ οὐ κακὸν τοσόνδε προσέβαλον πόλει.
Ξέρξης δ’ ἐμὸς παῖς ὢν νέος νέα φρονεῖ,
κοὐ μνημονεύει τὰς ἐμὰς ἐπιστολάς·
εὖ γὰρ σαφῶς τόδ’ ἴστ’, ἐμοὶ ξυνήλικες,
785ἅπαντες ἡμεῖς, οἳ κράτη τάδ’ ἔσχομεν,
οὐκ ἂν φανεῖμεν πήματ’ ἔρξαντες τόσα.


Aeschylus, Persians (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Pers.].
<<Aesch. Pers. 739 Aesch. Pers. 759 (English) >>Aesch. Pers. 787

Powered by PhiloLogic