Aeschylus, Persians (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Pers.].
<<Aesch. Pers. 700 Aesch. Pers. 703 (English) >>Aesch. Pers. 715

703 Δαρεῖος ἀλλ’ ἐπεὶ δέος παλαιὸν σοὶ φρενῶν ἀνθίσταται,
τῶν ἐμῶν λέκτρων γεραιὰ ξύννομ’ εὐγενὲς γύναι,
705κλαυμάτων λήξασα τῶνδε καὶ γόων σαφές τί μοι
λέξον· ἀνθρώπεια δ’ ἄν τοι πήματ’ ἂν τύχοι βροτοῖς.
πολλὰ μὲν γὰρ ἐκ θαλάσσης, πολλὰ δ’ ἐκ χέρσου κακὰ
γίγνεται θνητοῖς, μάσσων βίοτος ἢν ταθῇ, πρόσω.
Ἄτοσσα βροτῶν πάντων ὑπερσχὼν ὄλβον εὐτυχεῖ πότμῳ
710ὡς ἕως τ’ ἔλευσσες αὐγὰς ἡλίου ζηλωτὸς ὢν
βίοτον εὐαίωνα Πέρσαις ὡς θεὸς διήγαγες,
νῦν τέ σε ζηλῶ θανόντα, πρὶν κακῶν ἰδεῖν βάθος.
πάντα γάρ, Δαρεῖ’ ἀκούσῃ μῦθον ἐν βραχεῖ χρόνῳ.
διαπεπόρθηται τὰ Περσῶν πράγμαθ’, ὡς εἰπεῖν ἔπος.


Aeschylus, Persians (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Pers.].
<<Aesch. Pers. 700 Aesch. Pers. 703 (English) >>Aesch. Pers. 715

Powered by PhiloLogic