Aeschylus, Persians (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Pers.].
<<Aesch. Pers. 673 Aesch. Pers. 681 (English) >>Aesch. Pers. 694

681 Εἴδωλον Δαρείου πιστὰ πιστῶν ἥλικές θ’ ἥβης ἐμῆς
Πέρσαι γεραιοί, τίνα πόλις πονεῖ πόνον;
στένει, κέκοπται, καὶ χαράσσεται πέδον.
λεύσσων δ’ ἄκοιτιν τὴν ἐμὴν τάφου πέλας
685ταρβῶ, χοὰς δὲ πρευμενὴς ἐδεξάμην.
ὑμεῖς δὲ θρηνεῖτ’ ἐγγὺς ἑστῶτες τάφου
καὶ ψυχαγωγοῖς ὀρθιάζοντες γόοις
οἰκτρῶς καλεῖσθέ μ’· ἐστὶ δ’ οὐκ εὐέξοδον,
ἄλλως τε πάντως χοἰ κατὰ χθονὸς θεοὶ
690λαβεῖν ἀμείνους εἰσὶν μεθιέναι.
ὅμως δ’ ἐκείνοις ἐνδυναστεύσας ἐγὼ
ἥκω. τάχυνε δ’ ὡς ἄμεμπτος χρόνου.
τί ἐστι Πέρσαις νεοχμὸν ἐμβριθὲς κακόν·


Aeschylus, Persians (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Pers.].
<<Aesch. Pers. 673 Aesch. Pers. 681 (English) >>Aesch. Pers. 694

Powered by PhiloLogic