Aeschylus, Persians (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Pers.].
<<Aesch. Pers. 515 Aesch. Pers. 532 (English) >>Aesch. Pers. 548

532 Χορός Ζεῦ βασιλεῦ, νῦν <γὰρ> Περσῶν
τῶν μεγαλαύχων καὶ πολυάνδρων
στρατιὰν ὀλέσας
535ἄστυ τὸ Σούσων ἠδ’ Ἀγβατάνων
πένθει δνοφερῷ κατέκρυψας·
πολλαὶ δ’ ἀταλαῖς χερσὶ καλύπτρας
κατερεικόμεναι
διαμυδαλέοις δάκρυσι κόλπους
540τέγγουσ’, ἄλγους μετέχουσαι.
αἱ δ’ ἁβρόγοοι Περσίδες ἀνδρῶν
ποθέουσαι ἰδεῖν ἀρτιζυγίαν,
λέκτρων εὐνὰς ἁβροχίτωνας,
χλιδανῆς ἥβης τέρψιν, ἀφεῖσαι,
545πενθοῦσι γόοις ἀκορεστοτάτοις.
κἀγὼ δὲ μόρον τῶν οἰχομένων
αἴρω δοκίμως πολυπενθῆ.


Aeschylus, Persians (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Pers.].
<<Aesch. Pers. 515 Aesch. Pers. 532 (English) >>Aesch. Pers. 548

Powered by PhiloLogic