Aeschylus, Persians (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Pers.].
<<Aesch. Pers. 480 Aesch. Pers. 515 (English) >>Aesch. Pers. 532

Χορός 515 δυσπόνητε δαῖμον, ὡς ἄγαν βαρὺς
ποδοῖν ἐνήλου παντὶ Περσικῷ γένει.
Ἄτοσσα οἲ ’γὼ τάλαινα διαπεπραγμένου στρατοῦ·
νυκτὸς ὄψις ἐμφανὴς ἐνυπνίων,
ὡς κάρτα μοι σαφῶς ἐδήλωσας κακά.
520ὑμεῖς δὲ φαύλως αὔτ’ ἄγαν ἐκρίνατε.
ὅμως δ’, ἐπειδὴ τῇδ’ ἐκύρωσεν φάτις
ὑμῶν, θεοῖς μὲν πρῶτον εὔξασθαι θέλω·
ἔπειτα Γῇ τε καὶ φθιτοῖς δωρήματα
ἥξω λαβοῦσα πέλανον ἐξ οἴκων ἐμῶν,—
525ἐπίσταμαι μὲν ὡς ἐπ’ ἐξειργασμένοις,
ἀλλ’ ἐς τὸ λοιπὸν εἴ τι δὴ λῷον πέλοι.
ὑμᾶς δὲ χρὴ ’πὶ τοῖσδε τοῖς πεπραγμένοις
πιστοῖσι πιστὰ ξυμφέρειν βουλεύματα·
καὶ παῖδ’, ἐάν περ δεῦρ’ ἐμοῦ πρόσθεν μόλῃ,
530παρηγορεῖτε, καὶ προπέμπετ’ ἐς δόμους,
μὴ καί τι πρὸς κακοῖσι προσθῆται κακόν.


Aeschylus, Persians (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Pers.].
<<Aesch. Pers. 480 Aesch. Pers. 515 (English) >>Aesch. Pers. 532

Powered by PhiloLogic