Aeschylus, Persians (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Pers.].
<<Aesch. Pers. 472 Aesch. Pers. 480 (English) >>Aesch. Pers. 515

Ἄγγελος 480ναῶν γε ταγοὶ τῶν λελειμμένων σύδην
κατ’ οὖρον οὐκ εὔκοσμον αἴρονται φυγήν·
στρατὸς δ’ λοιπὸς ἔν τε Βοιωτῶν χθονὶ
διώλλυθ’, οἱ μὲν ἀμφὶ κρηναῖον γάνος
δίψῃ πονοῦντες, οἱ δ’ ὑπ’ ἄσθματος κενοὶ
485διεκπερῶμεν ἔς τε Φωκέων χθόνα
καὶ Δωρίδ’ αἶαν, Μηλιᾶ τε κόλπον, οὗ
Σπερχειὸς ἄρδει πεδίον εὐμενεῖ ποτῷ·
κἀντεῦθεν ἡμᾶς γῆς Ἀχαιίδος πέδον
καὶ Θεσσαλῶν πόλεις ὑπεσπανισμένους
490βορᾶς ἐδέξαντ’· ἔνθα δὴ πλεῖστοι ’θάνον
δίψῃ τε λιμῷ τ’· ἀμφότερα γὰρ ἦν τάδε.
Μαγνητικὴν δὲ γαῖαν ἔς τε Μακεδόνων
χώραν ἀφικόμεσθ’, ἐπ’ Ἀξίου πόρον,
Βόλβης θ’ ἕλειον δόνακα, Πάγγαιόν τ’ ὄρος,
495Ἠδωνίδ’ αἶαν· νυκτὶ δ’ ἐν ταύτῃ θεὸς
χειμῶν’ ἄωρον ὦρσε, πήγνυσιν δὲ πᾶν
ῥέεθρον ἁγνοῦ Στρυμόνος. θεοὺς δέ τις
τὸ πρὶν νομίζων οὐδαμοῦ τότ’ ηὔχετο
λιταῖσι, γαῖαν οὐρανόν τε προσκυνῶν.
500ἐπεὶ δὲ πολλὰ θεοκλυτῶν ἐπαύσατο
στρατός, περᾷ κρυσταλλοπῆγα διὰ πόρον·
χὤστις μὲν ἡμῶν πρὶν σκεδασθῆναι θεοῦ
ἀκτῖνας ὡρμήθη, σεσωσμένος κυρεῖ.
φλέγων γὰρ αὐγαῖς λαμπρὸς ἡλίου κύκλος
505μέσον πόρον διῆκε, θερμαίνων φλογί.
πῖπτον δ’ ἐπ’ ἀλλήλοισιν· ηὐτύχει δέ τοι
ὅστις τάχιστα πνεῦμ’ ἀπέρρηξεν βίου.
ὅσοι δὲ λοιποὶ κἄτυχον σωτηρίας,
Θρῄκην περάσαντες μόγις πολλῷ πόνῳ,
510ἥκουσιν ἐκφυγόντες, οὐ πολλοί τινες,
ἐφ’ ἑστιοῦχον γαῖαν· ὡς στένειν πόλιν
Περσῶν, ποθοῦσαν φιλτάτην ἥβην χθονός.
ταῦτ’ ἔστ’ ἀληθῆ· πολλὰ δ’ ἐκλείπω λέγων
κακῶν Πέρσαις ἐγκατέσκηψεν θεός.


Aeschylus, Persians (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Pers.].
<<Aesch. Pers. 472 Aesch. Pers. 480 (English) >>Aesch. Pers. 515

Powered by PhiloLogic