Aeschylus, Persians (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Pers.].
<<Aesch. Pers. 1 Aesch. Pers. 41 (English) >>Aesch. Pers. 65

41 ἁβροδιαίτων δ’ ἕπεται Λυδῶν
ὄχλος, οἵ τ’ ἐπίπαν ἠπειρογενὲς
κατέχουσιν ἔθνος, τοὺς Μητρογαθὴς
Ἀρκτεύς τ’ ἀγαθός, βασιλῆς δίοποι,
45καὶ πολύχρυσοι Σάρδεις ἐπόχους
πολλοῖς ἅρμασιν ἐξορμῶσιν,
δίρρυμά τε καὶ τρίρρυμα τέλη,
φοβερὰν ὄψιν προσιδέσθαι.
στεῦται δ’ ἱεροῦ Τμώλου πελάται
50ζυγὸν ἀμφιβαλεῖν δούλιον Ἑλλάδι,
Μάρδων, Θάρυβις, λόγχης ἄκμονες,
καὶ ἀκοντισταὶ Μυσοί· Βαβυλὼν δ’
πολύχρυσος πάμμικτον ὄχλον
πέμπει σύρδην, ναῶν τ’ ἐπόχους
55καὶ τοξουλκῷ λήματι πιστούς·
τὸ μαχαιροφόρον τ’ ἔθνος ἐκ πάσης
Ἀσίας ἕπεται
δειναῖς βασιλέως ὑπὸ πομπαῖς.
τοιόνδ’ ἄνθος Περσίδος αἴας
60οἴχεται ἀνδρῶν,
οὓς πέρι πᾶσα χθὼν Ἀσιῆτις
θρέψασα πόθῳ στένεται μαλερῷ,
τοκέες τ’ ἄλοχοί θ’ ἡμερολεγδὸν
τείνοντα χρόνον τρομέονται.


Aeschylus, Persians (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Pers.].
<<Aesch. Pers. 1 Aesch. Pers. 41 (English) >>Aesch. Pers. 65

Powered by PhiloLogic