Aeschylus, Persians (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Pers.].
<<Aesch. Pers. 353 Aesch. Pers. 395 (English) >>Aesch. Pers. 433

395σάλπιγξ δ’ ἀϋτῇ πάντ’ ἐκεῖν’ ἐπέφλεγεν.
εὐθὺς δὲ κώπης ῥοθιάδος ξυνεμβολῇ
ἔπαισαν ἅλμην βρύχιον ἐκ κελεύματος,
θοῶς δὲ πάντες ἦσαν ἐκφανεῖς ἰδεῖν.
τὸ δεξιὸν μὲν πρῶτον εὐτάκτως κέρας
400ἡγεῖτο κόσμῳ, δεύτερον δ’ πᾶς στόλος
ἐπεξεχώρει, καὶ παρῆν ὁμοῦ κλύειν
πολλὴν βοήν, “ παῖδες Ἑλλήνων ἴτε,
ἐλευθεροῦτε πατρίδ’, ἐλευθεροῦτε δὲ
παῖδας, γυναῖκας, θεῶν τέ πατρῴων ἕδη,
405θήκας τε προγόνων· νῦν ὑπὲρ πάντων ἀγών.”
καὶ μὴν παρ’ ἡμῶν Περσίδος γλώσσης ῥόθος
ὑπηντίαζε, κοὐκέτ’ ἦν μέλλειν ἀκμή.
εὐθὺς δὲ ναῦς ἐν νηὶ χαλκήρη στόλον
ἔπαισεν· ἦρξε δ’ ἐμβολῆς Ἑλληνικὴ
410ναῦς, κἀποθραύει πάντα Φοινίσσης νεὼς
κόρυμβ’, ἐπ’ ἄλλην δ’ ἄλλος ηὔθυνεν δόρυ.
τὰ πρῶτα μέν νυν ῥεῦμα Περσικοῦ στρατοῦ
ἀντεῖχεν· ὡς δὲ πλῆθος ἐν στενῷ νεῶν
ἤθροιστ’ ἀρωγὴ δ’ οὔτις ἀλλήλοις παρῆν,
415αὐτοὶ δ’ ὑφ’ αὑτῶν ἐμβόλοις χαλκοστόμοις
παίοντ’, ἔθραυον πάντα κωπήρη στόλον,
Ἑλληνικαί τε νῆες οὐκ ἀφρασμόνως
κύκλῳ πέριξ ἔθεινον, ὑπτιοῦτο δὲ
σκάφη νεῶν, θάλασσα δ’ οὐκέτ’ ἦν ἰδεῖν,
420ναυαγίων πλήθουσα καὶ φόνου βροτῶν.
ἀκταὶ δὲ νεκρῶν χοιράδες τ’ ἐπλήθυον,
φυγῇ δ’ ἀκόσμῳ πᾶσα ναῦς ἠρέσσετο,
ὅσαιπερ ἦσαν βαρβάρου στρατεύματος.
τοὶ δ’ ὥστε θύννους τιν’ ἰχθύων βόλον
425ἀγαῖσι κωπῶν θραύμασίν τ’ ἐρειπίων
ἔπαιον, ἐρράχιζον· οἰμωγὴ δ’ ὁμοῦ
κωκύμασιν κατεῖχε πελαγίαν ἅλα,
ἕως κελαινῆς νυκτὸς ὄμμ’ ἀφείλετο.
κακῶν δὲ πλῆθος, οὐδ’ ἂν εἰ δέκ’ ἤματα
430στοιχηγοροίην, οὐκ ἂν ἐκπλήσαιμί σοι.
εὖ γὰρ τόδ’ ἴσθι, μηδάμ’ ἡμέρᾳ μιᾷ
πλῆθος τοσουτάριθμον ἀνθρώπων θανεῖν.


Aeschylus, Persians (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Pers.].
<<Aesch. Pers. 353 Aesch. Pers. 395 (English) >>Aesch. Pers. 433

Powered by PhiloLogic