Aeschylus, Persians (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Pers.].
<<Aesch. Pers. 290 Aesch. Pers. 331 (English) >>Aesch. Pers. 353

331 Ἄτοσσα αἰαῖ, κακῶν ὕψιστα δὴ κλύω τάδε,
αἴσχη τε Πέρσαις καὶ λιγέα κωκύματα.
ἀτὰρ φράσον μοι τοῦτ’ ἀναστρέψας πάλιν·
πόσον δὲ πλῆθος ἦν νεῶν Ἑλληνίδων,
335ὥστ’ ἀξιῶσαι Περσικῷ στρατεύματι
μάχην συνάψαι ναΐοισιν ἐμβολαῖς;
Ἄγγελος πλήθους μὲν ἂν σάφ’ ἴσθ’ ἕκατι βάρβαρον
ναυσὶν κρατῆσαι. καὶ γὰρ Ἕλλησιν μὲν ἦν
πᾶς ἀριθμὸς ἐς τριακάδας δέκα
340ναῶν, δεκὰς δ’ ἦν τῶνδε χωρὶς ἔκκριτος·
Ξέρξῃ δέ, καὶ γὰρ οἶδα, χιλιὰς μὲν ἦν
ὧν ἦγε πλῆθος, αἱ δ’ ὑπέρκοποι τάχει
ἑκατὸν δὶς ἦσαν ἑπτά θ’· ὧδ’ ἔχει λόγος.
μή σοι δοκοῦμεν τῇδε λειφθῆναι μάχῃ;
345ἀλλ’ ὧδε δαίμων τις κατέφθειρε στρατόν,
τάλαντα βρίσας οὐκ ἰσορρόπῳ τύχῃ.
θεοὶ πόλιν σῴζουσι Παλλάδος θεᾶς.
Ἄτοσσα ἔτ’ ἆρ’ Ἀθηνῶν ἔστ’ ἀπόρθητος πόλις;
Ἄγγελος ἀνδρῶν γὰρ ὄντων ἕρκος ἐστὶν ἀσφαλές.
Ἄτοσσα
350ἀρχὴ δὲ ναυσὶ συμβολῆς τίς ἦν, φράσον·
τίνες κατῆρξαν, πότερον Ἕλληνες, μάχης,
παῖς ἐμός, πλήθει καταυχήσας νεῶν;


Aeschylus, Persians (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Pers.].
<<Aesch. Pers. 290 Aesch. Pers. 331 (English) >>Aesch. Pers. 353

Powered by PhiloLogic