Aeschylus, Persians (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Pers.].
<<Aesch. Pers. 286 Aesch. Pers. 290 (English) >>Aesch. Pers. 331

Ἄτοσσα 290σιγῶ πάλαι δύστηνος ἐκπεπληγμένη
κακοῖς· ὑπερβάλλει γὰρ ἥδε συμφορὰ
τὸ μήτε λέξαι μήτ’ ἐρωτῆσαι πάθη.
ὅμως δ’ ἀνάγκη πημονὰς βροτοῖς φέρειν
θεῶν διδόντων· πᾶν δ’ ἀναπτύξας πάθος
295λέξον καταστάς, κεἰ στένεις κακοῖς ὅμως.
τίς οὐ τέθνηκε, τίνα δὲ καὶ πενθήσομεν
τῶν ἀρχελείων, ὅστ’ ἐπὶ σκηπτουχίᾳ
ταχθεὶς ἄνανδρον τάξιν ἠρήμου θανών;
Ἄγγελος Ξέρξης μὲν αὐτὸς ζῇ τε καὶ βλέπει φάος.
Ἄτοσσα
300ἐμοῖς μὲν εἶπας δώμασιν φάος μέγα
καὶ λευκὸν ἦμαρ νυκτὸς ἐκ μελαγχίμου.
Ἄγγελος Ἀρτεμβάρης δὲ μυρίας ἵππου βραβεὺς
στύφλους παρ’ ἀκτὰς θείνεται Σιληνιῶν.
χὠ χιλίαρχος Δαδάκης πληγῇ δορὸς
305πήδημα κοῦφον ἐκ νεὼς ἀφήλατο·
Τενάγων τ’ ἀριστεὺς Βακτρίων ἰθαιγενὴς
θαλασσόπληκτον νῆσον Αἴαντος πολεῖ.
Λίλαιος, Ἀρσάμης τε κἈργήστης τρίτος,
οἵδ’ ἀμφὶ νῆσον τὴν πελειοθρέμμονα
310δινούμενοι ’κύρισσον ἰσχυρὰν χθόνα·
πηγαῖς τε Νείλου γειτονῶν Αἰγυπτίου
Ἀρκτεύς, Ἀδεύης, καὶ φερεσσάκης τρίτος
Φαρνοῦχος, οἵδε ναὸς ἐκ μιᾶς πέσον.
Χρυσεὺς Μάταλλος μυριόνταρχος θανών,
315ἵππου μελαίνης ἡγεμὼν τρισμυρίας,
πυρρὰν ζαπληθῆ δάσκιον γενειάδα
ἔτεγγ’, ἀμείβων χρῶτα πορφυρέᾳ βαφῇ.
καὶ Μᾶγος Ἄραβος, Ἀρτάβης τε Βάκτριος,
σκληρᾶς μέτοικος γῆς, ἐκεῖ κατέφθιτο.
320Ἄμιστρις Ἀμφιστρεύς τε πολύπονον δόρυ
νωμῶν, τ’ ἐσθλὸς Ἀριόμαρδος Σάρδεσι
πένθος παρασχών, Σεισάμης θ’ Μύσιος,
Θάρυβίς τε πεντήκοντα πεντάκις νεῶν
ταγός, γένος Λυρναῖος, εὐειδὴς ἀνήρ,
325κεῖται θανὼν δείλαιος οὐ μάλ’ εὐτυχῶς·
Συέννεσίς τε πρῶτος εἰς εὐψυχίαν,
Κιλίκων ἄπαρχος, εἷς ἀνὴρ πλεῖστον πόνον
ἐχθροῖς παρασχών εὐκλεῶς ἀπώλετο.
τοσόνδε ταγῶν νῦν ὑπεμνήσθην πέρι.
330πολλῶν παρόντων δ’ ὀλίγ’ ἀπαγγέλλω κακά.


Aeschylus, Persians (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Pers.].
<<Aesch. Pers. 286 Aesch. Pers. 290 (English) >>Aesch. Pers. 331

Powered by PhiloLogic