Aeschylus, Persians (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Pers.].
<<Aesch. Pers. 200 Aesch. Pers. 215 (English) >>Aesch. Pers. 232

Χορός 215οὔ σε βουλόμεσθα, μῆτερ, οὔτ’ ἄγαν φοβεῖν λόγοις
οὔτε θαρσύνειν. θεοὺς δὲ προστροπαῖς ἱκνουμένη,
εἴ τι φλαῦρον εἶδες, αἰτοῦ τῶνδ’ ἀποτροπὴν τελεῖν,
τὰ δ’ ἀγάθ’ ἐκτελῆ γενέσθαι σοί τε καὶ τέκνοις σέθεν
καὶ πόλει φίλοις τε πᾶσι. δεύτερον δὲ χρὴ χοὰς
220Γῇ τε καὶ φθιτοῖς χέασθαι· πρευμενῶς δ’ αἰτοῦ τάδε,
σὸν πόσιν Δαρεῖον, ὅνπερ φὴς ἰδεῖν κατ’ εὐφρόνην,
ἐσθλά σοι πέμπειν τέκνῳ τε γῆς ἔνερθεν ἐς φάος,
τἄμπαλιν δὲ τῶνδε γαίᾳ κάτοχα μαυροῦσθαι σκότῳ.
ταῦτα θυμόμαντις ὤν σοι πρευμενῶς παρῄνεσα.
225εὖ δὲ πανταχῇ τελεῖν σοι τῶνδε κρίνομεν πέρι.
Ἄτοσσα ἀλλὰ μὴν εὔνους γ’ πρῶτος τῶνδ’ ἐνυπνίων κριτὴς
παιδὶ καὶ δόμοις ἐμοῖσι τήνδ’ ἐκύρωσας φάτιν.
ἐκτελοῖτο δὴ τὰ χρηστά· ταῦτα δ’, ὡς ἐφίεσαι,
πάντα θήσομεν θεοῖσι τοῖς τ’ ἔνερθε γῆς φίλοις,
230εὖτ’ ἂν εἰς οἴκους μόλωμεν. κεῖνα δ’ ἐκμαθεῖν θέλω,
φίλοι, ποῦ τὰς Ἀθήνας φασὶν ἱδρῦσθαι χθονός.


Aeschylus, Persians (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Pers.].
<<Aesch. Pers. 200 Aesch. Pers. 215 (English) >>Aesch. Pers. 232

Powered by PhiloLogic