Aeschylus, Persians (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Pers.].
<<Aesch. Pers. 176 Aesch. Pers. 200 (English) >>Aesch. Pers. 215

200

καὶ ταῦτα μὲν δὴ νυκτὸς εἰσιδεῖν λέγω.
ἐπεὶ δ’ ἀνέστην καὶ χεροῖν καλλιρρόου
ἔψαυσα πηγῆς, σὺν θυηπόλῳ χερὶ
βωμὸν προσέστην, ἀποτρόποισι δαίμοσιν
θέλουσα θῦσαι πέλανον, ὧν τέλη τάδε.
205ὁρῶ δὲ φεύγοντ’ αἰετὸν πρὸς ἐσχάραν
Φοίβου· φόβῳ δ’ ἄφθογγος ἐστάθην, φίλοι·
μεθύστερον δὲ κίρκον εἰσορῶ δρόμῳ
πτεροῖς ἐφορμαίνοντα καὶ χηλαῖς κάρα
τίλλονθ’· δ’ οὐδὲν ἄλλο γ’ πτήξας δέμας
210παρεῖχε. ταῦτ’ ἔμοιγε δείματ’ εἰσιδεῖν,
ὑμῖν δ’ ἀκούειν. εὖ γὰρ ἴστε, παῖς ἐμὸς
πράξας μὲν εὖ θαυμαστὸς ἂν γένοιτ’ ἀνήρ,
κακῶς δὲ πράξας, οὐχ ὑπεύθυνος πόλει,
σωθεὶς δ’ ὁμοίως τῆσδε κοιρανεῖ χθονός.



Aeschylus, Persians (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Pers.].
<<Aesch. Pers. 176 Aesch. Pers. 200 (English) >>Aesch. Pers. 215

Powered by PhiloLogic