Aeschylus, Persians (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Pers.].
<<Aesch. Pers. 159 Aesch. Pers. 176 (English) >>Aesch. Pers. 200

176 Ἄτοσσα πολλοῖς μὲν αἰεὶ νυκτέροις ὀνείρασιν
ξύνειμ’, ἀφ’ οὗπερ παῖς ἐμὸς στείλας στρατὸν
Ἰαόνων γῆν οἴχεται πέρσαι θέλων·
ἀλλ’ οὔτι πω τοιόνδ’ ἐναργὲς εἰδόμην
180ὡς τῆς πάροιθεν εὐφρόνης· λέξω δέ σοι.
ἐδοξάτην μοι δύο γυναῖκ’ εὐείμονε,
μὲν πέπλοισι Περσικοῖς ἠσκημένη,
δ’ αὖτε Δωρικοῖσιν, εἰς ὄψιν μολεῖν,
μεγέθει τε τῶν νῦν ἐκπρεπεστάτα πολύ,
185κάλλει τ’ ἀμώμω, καὶ κασιγνήτα γένους
ταὐτοῦ· πάτραν δ’ ἔναιον μὲν Ἑλλάδα
κλήρῳ λαχοῦσα γαῖαν, δὲ βάρβαρον.
τούτω στάσιν τιν’, ὡς ἐγὼ ’δόκουν ὁρᾶν,
τεύχειν ἐν ἀλλήλαισι· παῖς δ’ ἐμὸς μαθὼν
190κατεῖχε κἀπράυνεν, ἅρμασιν δ’ ὕπο
ζεύγνυσιν αὐτὼ καὶ λέπαδν’ ἐπ’ αὐχένων
τίθησι. χἠ μὲν τῇδ’ ἐπυργοῦτο στολῇ
ἐν ἡνίαισί τ’ εἶχεν εὔαρκτον στόμα,
δ’ ἐσφάδαζε, καὶ χεροῖν ἔντη δίφρου
195διασπαράσσει καὶ ξυναρπάζει βίᾳ
ἄνευ χαλινῶν καὶ ζυγὸν θραύει μέσον.
πίπτει δ’ ἐμὸς παῖς, καὶ πατὴρ παρίσταται
Δαρεῖος οἰκτείρων σφε· τὸν δ’ ὅπως ὁρᾷ
Ξέρξης, πέπλους ῥήγνυσιν ἀμφὶ σώματι.


Aeschylus, Persians (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Pers.].
<<Aesch. Pers. 159 Aesch. Pers. 176 (English) >>Aesch. Pers. 200

Powered by PhiloLogic