Aeschylus, Persians (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Pers.].
<<Aesch. Pers. 133 Aesch. Pers. 140 (English) >>Aesch. Pers. 155

Χορός 140ἀλλ’ ἄγε, Πέρσαι, τόδ’ ἐνεζόμενοι
στέγος ἀρχαῖον,
φροντίδα κεδνὴν καὶ βαθύβουλον
θώμεθα, χρεία δὲ προσήκει,
πῶς ἄρα πράσσει Ξέρξης βασιλεὺς
145Δαρειογενής,
τὸ πατρωνύμιον γένος ἡμέτερον·
πότερον τόξου ῥῦμα τὸ νικῶν,
δορικράνου
λόγχης ἰσχὺς κεκράτηκεν.
150ἀλλ’ ἥδε θεῶν ἴσον ὀφθαλμοῖς
φάος ὁρμᾶται μήτηρ βασιλέως,
βασίλεια δ’ ἐμή· προσπίτνω·
καὶ προσφθόγγοις δὲ χρεὼν αὐτὴν
πάντας μύθοισι προσαυδᾶν.


Aeschylus, Persians (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Pers.].
<<Aesch. Pers. 133 Aesch. Pers. 140 (English) >>Aesch. Pers. 155

Powered by PhiloLogic