Aeschylus, Prometheus Bound (XML Header) [genre: poetry; drama; tragedy; suspect] [word count] [Aesch. PV].
<<Aesch. PV 907 Aesch. PV 944 (English) >>Aesch. PV 964

944 Ἑρμῆς σὲ τὸν σοφιστήν, τὸν πικρῶς ὑπέρπικρον,
945τὸν ἐξαμαρτόντ’ εἰς θεοὺς ἐφημέροις
πορόντα τιμάς, τὸν πυρὸς κλέπτην λέγω·
πατὴρ ἄνωγέ σ’ οὕστινας κομπεῖς γάμους
αὐδᾶν, πρὸς ὧν ἐκεῖνος ἐκπίπτει κράτους.
καὶ ταῦτα μέντοι μηδὲν αἰνικτηρίως,
950ἀλλ’ αὔθ’ ἕκαστα φράζε· μηδέ μοι διπλᾶς
ὁδούς, Προμηθεῦ, προσβάλῃς· ὁρᾷς δ’ ὅτι
Ζεὺς τοῖς τοιούτοις οὐχὶ μαλθακίζεται.
Προμηθεύς σεμνόστομός γε καὶ φρονήματος πλέως
μῦθός ἐστιν, ὡς θεῶν ὑπηρέτου.
955νέον νέοι κρατεῖτε καὶ δοκεῖτε δὴ
ναίειν ἀπενθῆ πέργαμ’· οὐκ ἐκ τῶνδ’ ἐγὼ
δισσοὺς τυράννους ἐκπεσόντας ᾐσθόμην;
τρίτον δὲ τὸν νῦν κοιρανοῦντ’ ἐπόψομαι
αἴσχιστα καὶ τάχιστα. μή τί σοι δοκῶ
960ταρβεῖν ὑποπτήσσειν τε τε τοὺς νέους θεούς;
πολλοῦ γε καὶ τοῦ παντὸς ἐλλείπω. σὺ δὲ
κέλευθον ἥνπερ ἦλθες ἐγκόνει πάλιν·
πεύσῃ γὰρ οὐδὲν ὧν ἀνιστορεῖς ἐμέ.


Aeschylus, Prometheus Bound (XML Header) [genre: poetry; drama; tragedy; suspect] [word count] [Aesch. PV].
<<Aesch. PV 907 Aesch. PV 944 (English) >>Aesch. PV 964

Powered by PhiloLogic