Aeschylus, Prometheus Bound (XML Header) [genre: poetry; drama; tragedy; suspect] [word count] [Aesch. PV].
<<Aesch. PV 819 Aesch. PV 846 (English) >>Aesch. PV 877

846

ἔστιν πόλις Κάνωβος ἐσχάτη χθονός,
Νείλου πρὸς αὐτῷ στόματι καὶ προσχώματι·
ἐνταῦθα δή σε Ζεὺς τίθησιν ἔμφρονα
ἐπαφῶν ἀταρβεῖ χειρὶ καὶ θιγὼν μόνον.
850ἐπώνυμον δὲ τῶν Διὸς γεννημάτων
τέξεις κελαινὸν Ἔπαφον, ὃς καρπώσεται
ὅσην πλατύρρους Νεῖλος ἀρδεύει χθόνα·
πέμπτη δ’ ἀπ’ αὐτοῦ γέννα πεντηκοντάπαις
πάλιν πρὸς Ἄργος οὐχ ἑκοῦσ’ ἐλεύσεται
855θηλύσπορος, φεύγουσα συγγενῆ γάμον
ἀνεψιῶν· οἱ δ’ ἐπτοημένοι φρένας,
κίρκοι πελειῶν οὐ μακρὰν λελειμμένοι,
ἥξουσι θηρεύοντες οὐ θηρασίμους
γάμους, φθόνον δὲ σωμάτων ἕξει θεός·
860Πελασγία δὲ δέξεται θηλυκτόνῳ
Ἄρει, δαμέντων νυκτιφρουρήτῳ θράσει.
γυνὴ γὰρ ἄνδρ’ ἕκαστον αἰῶνος στερεῖ,
δίθηκτον ἐν σφαγαῖσι βάψασα ξίφος·
τοιάδ’ ἐπ’ ἐχθροὺς τοὺς ἐμοὺς ἔλθοι Κύπρις.
865μίαν δὲ παίδων ἵμερος θέλξει τὸ μὴ
κτεῖναι σύνευνον, ἀλλ’ ἀπαμβλυνθήσεται
γνώμην· δυοῖν δὲ θάτερον βουλήσεται,
κλύειν ἄναλκις μᾶλλον μιαιφόνος·
αὕτη κατ’ Ἄργος βασιλικὸν τέξει γένος.
870μακροῦ λόγου δεῖ ταῦτ’ ἐπεξελθεῖν τορῶς.
σπορᾶς γε μὴν ἐκ τῆσδε φύσεται θρασὺς
τόξοισι κλεινός, ὃς πόνων ἐκ τῶνδ’ ἐμὲ
λύσει. τοιόνδε χρησμὸν παλαιγενὴς
μήτηρ ἐμοὶ διῆλθε Τιτανὶς Θέμις·
875ὅπως δὲ χὤπη, ταῦτα δεῖ μακροῦ λόγου
εἰπεῖν, σύ τ’ οὐδὲν ἐκμαθοῦσα κερδανεῖς.



Aeschylus, Prometheus Bound (XML Header) [genre: poetry; drama; tragedy; suspect] [word count] [Aesch. PV].
<<Aesch. PV 819 Aesch. PV 846 (English) >>Aesch. PV 877

Powered by PhiloLogic