Aeschylus, Prometheus Bound (XML Header) [genre: poetry; drama; tragedy; suspect] [word count] [Aesch. PV].
<<Aesch. PV 780 Aesch. PV 819 (English) >>Aesch. PV 846

819 Χορός εἰ μέν τι τῇδε λοιπὸν παρειμένον
820ἔχεις γεγωνεῖν τῆς πολυφθόρου πλάνης,
λέγ’· εἰ δὲ πάντ’ εἴρηκας, ἡμῖν αὖ χάριν
δὸς ἥνπερ αἰτούμεσθα, μέμνησαι δέ που.
Προμηθεύς τὸ πᾶν πορείας ἥδε τέρμ’ ἀκήκοεν.
ὅπως δ’ ἂν εἰδῇ μὴ μάτην κλύουσά μου,
825 πρὶν μολεῖν δεῦρ’ ἐκμεμόχθηκεν φράσω,
τεκμήριον τοῦτ’ αὐτὸ δοὺς μύθων ἐμῶν.

ὄχλον μὲν οὖν τὸν πλεῖστον ἐκλείψω λόγων,
πρὸς αὐτὸ δ’ εἶμι τέρμα σῶν πλανημάτων.

ἐπεὶ γὰρ ἦλθες πρὸς Μολοσσὰ γάπεδα,
830τὴν αἰπύνωτόν τ’ ἀμφὶ Δωδώνην, ἵνα
μαντεῖα θᾶκός τ’ ἐστὶ Θεσπρωτοῦ Διός,
τέρας τ’ ἄπιστον, αἱ προσήγοροι δρύες,
ὑφ’ ὧν σὺ λαμπρῶς κοὐδὲν αἰνικτηρίως
προσηγορεύθης Διὸς κλεινὴ δάμαρ
835μέλλουσ’ ἔσεσθαι. τῶνδε προσσαίνει σέ τι ;
ἐντεῦθεν οἰστρήσασα τὴν παρακτίαν
κέλευθον ᾖξας πρὸς μέγαν κόλπον Ῥέας,
ἀφ’ οὗ παλιμπλάγκτοισι χειμάζῃ δρόμοις·
χρόνον δὲ τὸν μέλλοντα πόντιος μυχός,
840σαφῶς ἐπίστασ’, Ἰόνιος κεκλήσεται,.
τῆς σῆς πορείας μνῆμα τοῖς πᾶσιν βροτοῖς.

σημεῖά σοι τάδ’ ἐστὶ τῆς ἐμῆς φρενός,
ὡς δέρκεται πλέον τι τοῦ πεφασμένου.
τὰ λοιπὰ δ’ ὑμῖν τῇδέ τ’ ἐς κοινὸν φράσω,
845ἐς ταὐτὸν ἐλθὼν τῶν πάλαι λόγων ἴχνος.



Aeschylus, Prometheus Bound (XML Header) [genre: poetry; drama; tragedy; suspect] [word count] [Aesch. PV].
<<Aesch. PV 780 Aesch. PV 819 (English) >>Aesch. PV 846

Powered by PhiloLogic