Aeschylus, Prometheus Bound (XML Header) [genre: poetry; drama; tragedy; suspect] [word count] [Aesch. PV].
<<Aesch. PV 742 Aesch. PV 780 (English) >>Aesch. PV 819

Προμηθεύς 780δίδωμ’· ἑλοῦ γάρ, πόνων τὰ λοιπά σοι
φράσω σαφηνῶς, τὸν ἐκλύσοντ’ ἐμέ.
Χορός τούτων σὺ τὴν μὲν τῇδε, τὴν δ’ ἐμοὶ χάριν
θέσθαι θέλησον, μηδ’ ἀτιμάσῃς λόγου·
καὶ τῇδε μὲν γέγωνε τὴν λοιπὴν πλάνην,
785ἐμοὶ δὲ τὸν λύσοντα· τοῦτο γὰρ ποθῶ.
Προμηθεύς ἐπεὶ προθυμεῖσθ’, οὐκ ἐναντιώσομαι
τὸ μὴ οὐ γεγωνεῖν πᾶν ὅσον προσχρῄζετε.
σοὶ πρῶτον, Ἰοῖ, πολύδονον πλάνην φράσω,
ἣν ἐγγράφου σὺ μνήμοσιν δέλτοις φρενῶν.
790

ὅταν περάσῃς ῥεῖθρον ἠπείροιν ὅρον,
πρὸς ἀντολὰς φλογῶπας ἡλιοστιβεῖς

πόντου περῶσα φλοῖσβον, ἔστ’ ἂν ἐξίκῃ
πρὸς Γοργόνεια πεδία Κισθήνης, ἵνα
αἱ Φορκίδες ναίουσι δηναιαὶ κόραι
795τρεῖς κυκνόμορφοι, κοινὸν ὄμμ’ ἐκτημέναι,
μονόδοντες, ἃς οὔθ’ ἥλιος προσδέρκεται
ἀκτῖσιν οὔθ’ νύκτερος μήνη ποτέ.
πέλας δ’ ἀδελφαὶ τῶνδε τρεῖς κατάπτεροι,
δρακοντόμαλλοι Γοργόνες βροτοστυγεῖς,
800ἃς θνητὸς οὐδεὶς εἰσιδὼν ἕξει πνοάς.
τοιοῦτο μέν σοι τοῦτο φρούριον λέγω·
ἄλλην δ’ ἄκουσον δυσχερῆ θεωρίαν·
ὀξυστόμους γὰρ Ζηνὸς ἀκραγεῖς κύνας
γρῦπας φύλαξαι, τόν τε μουνῶπα στρατὸν
805Ἀριμασπὸν ἱπποβάμον’, οἳ χρυσόρρυτον
οἰκοῦσιν ἀμφὶ νᾶμα Πλούτωνος πόρου·
τούτοις σὺ μὴ πέλαζε. τηλουρὸν δὲ γῆν
ἥξεις, κελαινὸν φῦλον, οἳ πρὸς ἡλίου
ναίουσι πηγαῖς, ἔνθα ποταμὸς Αἰθίοψ.
810τούτου παρ’ ὄχθας ἕρφ’, ἕως ἂν ἐξίκῃ
καταβασμόν, ἔνθα Βιβλίνων ὀρῶν ἄπο
ἵησι σεπτὸν Νεῖλος εὔποτον ῥέος.
οὗτός σ’ ὁδώσει τὴν τρίγωνον ἐς χθόνα
Νειλῶτιν, οὗ δὴ τὴν μακρὰν ἀποικίαν,
815Ἰοῖ, πέπρωται σοί τε καὶ τέκνοις κτίσαι.

τῶν δ’ εἴ τί σοι ψελλόν τε καὶ δυσεύρετον,
ἐπανδίπλαζε καὶ σαφῶς ἐκμάνθανε·
σχολὴ δὲ πλείων θέλω πάρεστί μοι.



Aeschylus, Prometheus Bound (XML Header) [genre: poetry; drama; tragedy; suspect] [word count] [Aesch. PV].
<<Aesch. PV 742 Aesch. PV 780 (English) >>Aesch. PV 819

Powered by PhiloLogic