Aeschylus, Prometheus Bound (XML Header) [genre: poetry; drama; tragedy; suspect] [word count] [Aesch. PV].
<<Aesch. PV 696 Aesch. PV 742 (English) >>Aesch. PV 780

742 Ἰώ ἰώ μοί μοι, .
Προμηθεύς σὺ δ’ αὖ κέκραγας κἀναμυχθίζῃ; τί που
δράσεις, ὅταν τὰ λοιπὰ πυνθάνῃ κακά;
Χορός
745 γάρ τι λοιπὸν τῇδε πημάτων ἐρεῖς;
Προμηθεύς δυσχείμερόν γε πέλαγος ἀτηρᾶς δύης.
Ἰώ τί δῆτ’ ἐμοὶ ζῆν κέρδος, ἀλλ’ οὐκ ἐν τάχει
ἔρριψ’ ἐμαυτὴν τῆσδ’ ἀπὸ στύφλου πέτρας,
ὅπως πέδοι σκήψασα τῶν πάντων πόνων
750ἀπηλλάγην; κρεῖσσον γὰρ εἰσάπαξ θανεῖν
τὰς ἁπάσας ἡμέρας πάσχειν κακῶς.
Προμηθεύς δυσπετῶς ἂν τοὺς ἐμοὺς ἄθλους φέροις,
ὅτῳ θανεῖν μέν ἐστιν οὐ πεπρωμένον·
αὕτη γὰρ ἦν ἂν πημάτων ἀπαλλαγή·
755νῦν δ’ οὐδέν ἐστι τέρμα μοι προκείμενον
μόχθων, πρὶν ἂν Ζεὺς ἐκπέσῃ τυραννίδος.
Ἰώ γάρ ποτ’ ἔστιν ἐκπεσεῖν ἀρχῆς Δία;
Προμηθεύς ἥδοι’ ἄν, οἶμαι, τήνδ’ ἰδοῦσα συμφοράν.
Ἰώ πῶς δ’ οὐκ ἄν, ἥτις ἐκ Διὸς πάσχω κακῶς;
Προμηθεύς
760ὡς τοίνυν ὄντων τῶνδέ σοι μαθεῖν πάρα.
Ἰώ πρὸς τοῦ τύραννα σκῆπτρα συληθήσεται;
Προμηθεύς πρὸς αὐτὸς αὑτοῦ κενοφρόνων βουλευμάτων.
Ἰώ ποίῳ τρόπῳ; σήμηνον, εἰ μή τις βλάβη.
Προμηθεύς γαμεῖ γάμον τοιοῦτον ποτ’ ἀσχαλᾷ.
Ἰώ
765θέορτον, βρότειον; εἰ ῥητόν, φράσον.
Προμηθεύς τί δ’ ὅντιν’·; οὐ γὰρ ῥητὸν αὐδᾶσθαι τόδε.
Ἰώ πρὸς δάμαρτος ἐξανίσταται θρόνων;
Προμηθεύς τέξεταί γε παῖδα φέρτερον πατρός.
Ἰώ οὐδ’ ἔστιν αὐτῷ τῆσδ’ ἀποστροφὴ τύχης;
Προμηθεύς
770οὐ δῆτα, πλὴν ἔγωγ’ ἂν ἐκ δεσμῶν λυθείς.
Ἰώ τίς οὖν λύσων ἐστὶν ἄκοντος Διός;
Προμηθεύς τῶν σῶν τιν’ αὐτὸν ἐγγόνων εἶναι χρεών.
Ἰώ πῶς εἶπας; ’μὸς παῖς σ’ ἀπαλλάξει κακῶν;
Προμηθεύς τρίτος γε γένναν πρὸς δέκ’ ἄλλαισιν γοναῖς.
Ἰώ
775ἥδ’ οὐκέτ’ εὐξύμβλητος χρησμῳδία.
Προμηθεύς καὶ μηδὲ σαυτῆς ἐκμαθεῖν ζήτει πόνους.
Ἰώ μή μοι προτείνων κέρδος εἶτ’ ἀποστέρει.
Προμηθεύς δυοῖν λόγοιν σε θατέρῳ δωρήσομαι.
Ἰώ ποίοιν; πρόδειξον, αἵρεσίν τ’ ἐμοὶ δίδου.


Aeschylus, Prometheus Bound (XML Header) [genre: poetry; drama; tragedy; suspect] [word count] [Aesch. PV].
<<Aesch. PV 696 Aesch. PV 742 (English) >>Aesch. PV 780

Powered by PhiloLogic