Aeschylus, Prometheus Bound (XML Header) [genre: poetry; drama; tragedy; suspect] [word count] [Aesch. PV].
<<Aesch. PV 593 Aesch. PV 609 (English) >>Aesch. PV 640

609 Προμηθεύς λέξω τορῶς σοι πᾶν ὅπερ χρῄζεις μαθεῖν,
610οὐκ ἐμπλέκων αἰνίγματ’, ἀλλ’ ἁπλῷ λόγῳ,
ὥσπερ δίκαιον πρὸς φίλους οἴγειν στόμα.
πυρὸς βροτοῖς δοτῆρ’ ὁρᾷς Προμηθέα.
Ἰώ κοινὸν ὠφέλημα θνητοῖσιν φανείς,
τλῆμον Προμηθεῦ, τοῦ δίκην πάσχεις τάδε;
Προμηθεύς
615ἁρμοῖ πέπαυμαι τοὺς ἐμοὺς θρηνῶν πόνους.
Ἰώ οὔκουν πόροις ἂν τήνδε δωρεὰν ἐμοί;
Προμηθεύς λέγ’ ἥντιν’ αἰτῇ· πᾶν γὰρ ἂν πύθοιό μου.
Ἰώ σήμηνον ὅστις ἐν φάραγγί σ’ ὤχμασεν.
Προμηθεύς βούλευμα μὲν τὸ Δῖον, Ἡφαίστου δὲ χείρ.
Ἰώ
620ποινὰς δὲ ποίων ἀμπλακημάτων τίνεις;
Προμηθεύς τοσοῦτον ἀρκῶ σοι σαφηνίσας μόνον.
Ἰώ καὶ πρός γε τούτοις τέρμα τῆς ἐμῆς πλάνης
δεῖξον, τίς ἔσται τῇ ταλαιπώρῳ χρόνος.
Προμηθεύς τὸ μὴ μαθεῖν σοι κρεῖσσον μαθεῖν τάδε.
Ἰώ
625μήτοι με κρύψῃς τοῦθ’ ὅπερ μέλλω παθεῖν.
Προμηθεύς ἀλλ’ οὐ μεγαίρω τοῦδέ σοι δωρήματος.
Ἰώ τί δῆτα μέλλεις μὴ οὐ γεγωνίσκειν τὸ πᾶν;
Προμηθεύς φθόνος μὲν οὐδείς, σὰς δ’ ὀκνῶ θράξαι φρένας.
Ἰώ μή μου προκήδου μᾶσσον ὡς ἐμοὶ γλυκύ.
Προμηθεύς
630ἐπεὶ προθυμῇ, χρὴ λέγειν. ἄκουε δή.
Χορός μήπω γε· μοῖραν δ’ ἡδονῆς κἀμοὶ πόρε.
τὴν τῆσδε πρῶτον ἱστορήσωμεν νόσον,
αὐτῆς λεγούσης τὰς πολυφθόρους τύχας·
τὰ λοιπὰ δ’ ἄθλων σοῦ διδαχθήτω πάρα.
Προμηθεύς
635σὸν ἔργον, Ἰοῖ, ταῖσδ’ ὑπουργῆσαι χάριν,
ἄλλως τε πάντως καὶ κασιγνήταις πατρός.
ὡς τἀποκλαῦσαι κἀποδύρασθαι τύχας
ἐνταῦθ’, ὅπου μέλλοι τις οἴσεσθαι δάκρυ
πρὸς τῶν κλυόντων, ἀξίαν τριβὴν ἔχει.


Aeschylus, Prometheus Bound (XML Header) [genre: poetry; drama; tragedy; suspect] [word count] [Aesch. PV].
<<Aesch. PV 593 Aesch. PV 609 (English) >>Aesch. PV 640

Powered by PhiloLogic