Aeschylus, Prometheus Bound (XML Header) [genre: poetry; drama; tragedy; suspect] [word count] [Aesch. PV].
<<Aesch. PV 472 Aesch. PV 507 (English) >>Aesch. PV 526

507 Χορός μή νυν βροτοὺς μὲν ὠφέλει καιροῦ πέρα,
σαυτοῦ δ’ ἀκήδει δυστυχοῦντος. ὡς ἐγὼ
εὔελπίς εἰμι τῶνδέ σ’ ἐκ δεσμῶν ἔτι
510λυθέντα μηδὲν μεῖον ἰσχύσειν Διός.
Προμηθεύς οὐ ταῦτα ταύτῃ Μοῖρά πω τελεσφόρος
κρᾶναι πέπρωται, μυρίαις δὲ πημοναῖς
δύαις τε καμφθεὶς ὧδε δεσμὰ φυγγάνω·
τέχνη δ’ ἀνάγκης ἀσθενεστέρα μακρῷ.
Χορός
515τίς οὖν ἀνάγκης ἐστὶν οἰακοστρόφος;
Προμηθεύς Μοῖραι τρίμορφοι μνήμονές τ’ Ἐρινύες
Χορός τούτων ἄρα Ζεύς ἐστιν ἀσθενέστερος;
Προμηθεύς οὔκουν ἂν ἐκφύγοι γε τὴν πεπρωμένην.
Χορός τί γὰρ πέπρωται Ζηνὶ πλὴν ἀεὶ κρατεῖν;
Προμηθεύς
520τοῦτ’ οὐκέτ’ ἂν πύθοιο μηδὲ λιπάρει.
Χορός πού τι σεμνόν ἐστιν ξυναμπέχεις.
Προμηθεύς ἄλλου λόγου μέμνησθε, τόνδε δ’ οὐδαμῶς
καιρὸς γεγωνεῖν, ἀλλὰ συγκαλυπτέος
ὅσον μάλιστα· τόνδε γὰρ σῴζων ἐγὼ
525δεσμοὺς ἀεικεῖς καὶ δύας ἐκφυγγάνω.


Aeschylus, Prometheus Bound (XML Header) [genre: poetry; drama; tragedy; suspect] [word count] [Aesch. PV].
<<Aesch. PV 472 Aesch. PV 507 (English) >>Aesch. PV 526

Powered by PhiloLogic