Aeschylus, Prometheus Bound (XML Header) [genre: poetry; drama; tragedy; suspect] [word count] [Aesch. PV].
<<Aesch. PV 425 Aesch. PV 436 (English) >>Aesch. PV 472

436 Προμηθεύς μή τοι χλιδῇ δοκεῖτε μηδ’ αὐθαδίᾳ
σιγᾶν με· συννοίᾳ δὲ δάπτομαι κέαρ,
ὁρῶν ἐμαυτὸν ὧδε προυσελούμενον.
καίτοι θεοῖσι τοῖς νέοις τούτοις γέρα
440τίς ἄλλος ’γὼ παντελῶς διώρισεν;
ἀλλ’ αὐτὰ σιγῶ· καὶ γὰρ εἰδυίαισιν ἂν
ὑμῖν λέγοιμι· τἀν βροτοῖς δὲ πήματα
ἀκούσαθ’, ὥς σφας νηπίους ὄντας τὸ πρὶν
ἔννους ἔθηκα καὶ φρενῶν ἐπηβόλους.
445λέξω δέ, μέμψιν οὔτιν’ ἀνθρώποις ἔχων,
ἀλλ’ ὧν δέδωκ’ εὔνοιαν ἐξηγούμενος·

οἳ πρῶτα μὲν βλέποντες ἔβλεπον μάτην,
κλύοντες οὐκ ἤκουον, ἀλλ’ ὀνειράτων
ἀλίγκιοι μορφαῖσι τὸν μακρὸν βίον
450ἔφυρον εἰκῇ πάντα, κοὔτε πλινθυφεῖς
δόμους προσείλους, ᾖσαν, οὐ ξυλουργίαν·
κατώρυχες δ’ ἔναιον ὥστ’ ἀήσυροι
μύρμηκες ἄντρων ἐν μυχοῖς ἀνηλίοις.
ἦν δ’ οὐδὲν αὐτοῖς οὔτε χείματος τέκμαρ
455οὔτ’ ἀνθεμώδους ἦρος οὔτε καρπίμου
θέρους βέβαιον, ἀλλ’ ἄτερ γνώμης τὸ πᾶν
ἔπρασσον, ἔστε δή σφιν ἀντολὰς ἐγὼ
ἄστρων ἔδειξα τάς τε δυσκρίτους δύσεις.

καὶ μὴν ἀριθμόν, ἔξοχον σοφισμάτων,
460ἐξηῦρον αὐτοῖς, γραμμάτων τε συνθέσεις,
μνήμην ἁπάντων, μουσομήτορ’ ἐργάνην.
κἄζευξα πρῶτος ἐν ζυγοῖσι κνώδαλα
ζεύγλαισι δουλεύοντα σάγμασὶν θ’, ὅπως
θνητοῖς μεγίστων διάδοχοι μοχθημάτων
465γένοινθ’ , ὑφ’ ἅρμα τ’ ἤγαγον φιληνίους
ἵππους, ἄγαλμα τῆς ὑπερπλούτου χλιδῆς.
θαλασσόπλαγκτα δ’ οὔτις ἄλλος ἀντ’ ἐμοῦ
λινόπτερ’ ηὗρε ναυτίλων ὀχήματα.

τοιαῦτα μηχανήματ’ ἐξευρὼν τάλας
470βροτοῖσιν, αὐτὸς οὐκ ἔχω σόφισμ’ ὅτῳ
τῆς νῦν παρούσης πημονῆς ἀπαλλαγῶ.



Aeschylus, Prometheus Bound (XML Header) [genre: poetry; drama; tragedy; suspect] [word count] [Aesch. PV].
<<Aesch. PV 425 Aesch. PV 436 (English) >>Aesch. PV 472

Powered by PhiloLogic