Aeschylus, Prometheus Bound (XML Header) [genre: poetry; drama; tragedy; suspect] [word count] [Aesch. PV].
<<Aesch. PV 332 Aesch. PV 343 (English) >>Aesch. PV 379

343 Προμηθεύς τὰ μὲν σ’ ἐπαινῶ κοὐδαμῇ λήξω ποτέ·
343bπροθυμίας γὰρ οὐδὲν ἐλλείπεις. ἀτὰρ
μηδὲν πόνει. μάτην γὰρ οὐδὲν ὠφελῶν
345ἐμοὶ πονήσεις, εἴ τι καὶ πονεῖν θέλεις.
ἀλλ’ ἡσύχαζε σαυτὸν ἐκποδὼν ἔχων·
ἐγὼ γὰρ οὐκ, εἰ δυστυχῶ, τοῦδ’ εἵνεκα
θέλοιμ’ ἂν ὡς πλείστοισι πημονὰς τυχεῖν.
οὐ δῆτ’ ἐπεί με καὶ κασιγνήτου τύχαι
350τείρουσ’ Ἄτλαντος, ὃς πρὸς ἑσπέρους τόπους
ἕστηκε κίον’ οὐρανοῦ τε καὶ χθονὸς
ὤμοις ἐρείδων, ἄχθος οὐκ εὐάγκαλον.
τὸν γηγενῆ τε Κιλικίων οἰκήτορα
ἄντρων ἰδὼν ᾤκτιρα, δάιον τέρας
355ἑκατογκάρανον πρὸς βίαν χειρούμενον
Τυφῶνα θοῦρον· πᾶσιν ὅς ἀντέστη θεοῖς,
σμερδναῖσι γαμφηλαῖσι συρίζων φόβον·
ἐξ ὀμμάτων δ’ ἤστραπτε γοργωπὸν σέλας,
ὡς τὴν Διὸς τυραννίδ’ ἐκπέρσων βίᾳ·
360ἀλλ’ ἦλθεν αὐτῷ Ζηνὸς ἄγρυπνον βέλος,
καταιβάτης κεραυνὸς ἐκπνέων φλόγα,
ὃς αὐτὸν ἐξέπληξε τῶν ὑψηγόρων
κομπασμάτων. φρένας γὰρ εἰς αὐτὰς τυπεὶς
ἐφεψαλώθη κἀξεβροντήθη σθένος.
365καὶ νῦν ἀχρεῖον καὶ παράορον δέμας
κεῖται στενωποῦ πλησίον θαλασσίου
ἰπούμενος ῥίζαισιν Αἰτναίαις ὕπο·
κορυφαῖς δ’ ἐν ἄκραις ἥμενος μυδροκτυπεῖ
Ἥφαιστος· ἔνθεν ἐκραγήσονταί ποτε
370ποταμοὶ πυρὸς δάπτοντες ἀγρίαις γνάθοις
τῆς καλλικάρπου Σικελίας λευροὺς γύας·
τοιόνδε Τυφὼς ἐξαναζέσει χόλον
θερμοῖς ἀπλάτου βέλεσι πυρπνόου ζάλης,
καίπερ κεραυνῷ Ζηνὸς ἠνθρακωμένος.
375

σὺ δ’ οὐκ ἄπειρος, οὐδ’ ἐμοῦ διδασκάλου
χρῄζεις· σεαυτὸν σῷζ’ ὅπως ἐπίστασαι·
ἐγὼ δὲ τὴν παροῦσαν ἀντλήσω τύχην,
ἔστ’ ἂν Διὸς φρόνημα λωφήσῃ χόλου.



Aeschylus, Prometheus Bound (XML Header) [genre: poetry; drama; tragedy; suspect] [word count] [Aesch. PV].
<<Aesch. PV 332 Aesch. PV 343 (English) >>Aesch. PV 379

Powered by PhiloLogic