Aeschylus, Prometheus Bound (XML Header) [genre: poetry; drama; tragedy; suspect] [word count] [Aesch. PV].
<<Aesch. PV 300 Aesch. PV 332 (English) >>Aesch. PV 343

332 Προμηθεύς ζηλῶ σ’ ὁθούνεκ’ ἐκτὸς αἰτίας κυρεῖς
τούτων μετασχεῖν καὶ τετολμηκὼς ἐμοί.
καὶ νῦν ἔασον μηδέ σοι μελησάτω.
335πάντως γὰρ οὐ πείσεις νιν· οὐ γὰρ εὐπιθής.
πάπταινε δ’ αὐτὸς μή τι πημανθῇς ὁδῷ.
Ὠκεανός πολλῷ γ’ ἀμείνων τοὺς πέλας φρενοῦν ἔφυς
σαυτόν· ἔργῳ κοὐ λόγῳ τεκμαίρομαι.
340ὁρμώμενον δὲ μηδαμῶς ἀντισπάσῃς.
αὐχῶ γὰρ αὐχῶ τήνδε δωρεὰν ἐμοὶ
δώσειν Δί’, ὥστε τῶνδέ σ’ ἐκλῦσαι πόνων.


Aeschylus, Prometheus Bound (XML Header) [genre: poetry; drama; tragedy; suspect] [word count] [Aesch. PV].
<<Aesch. PV 300 Aesch. PV 332 (English) >>Aesch. PV 343

Powered by PhiloLogic