Aeschylus, Prometheus Bound (XML Header) [genre: poetry; drama; tragedy; suspect] [word count] [Aesch. PV].
<<Aesch. PV 265 Aesch. PV 279 (English) >>Aesch. PV 300

279 Χορός οὐκ ἀκούσαις ἐπεθώυξας
280τοῦτο, Προμηθεῦ.
καὶ νῦν ἐλαφρῷ ποδὶ κραιπνόσυτον
θᾶκον προλιποῦσ’, αἰθέρα θ’ ἁγνὸν
πόρον οἰωνῶν, ὀκριοέσσῃ
χθονὶ τῇδε πελῶ, τοὺς σοὺς δὲ πόνους
285χρῄζω διὰ παντὸς ἀκοῦσαι.
Ὠκεανός ἥκω δολιχῆς τέρμα κελεύθου
διαμειψάμενος πρὸς σέ, Προμηθεῦ,
τὸν πτερυγωκῆ τόνδ’ οἰωνὸν
γνώμῃ στομίων ἄτερ εὐθύνων·
290ταῖς σαῖς δὲ τύχαις, ἴσθι, συναλγῶ.
τὸ τε γάρ με, δοκῶ, συγγενὲς οὕτως
ἐσαναγκάζει,
χωρίς τε γένους οὐκ ἔστιν ὅτῳ
μείζονα μοῖραν νείμαιμ’ σοί.
295γνώσῃ δὲ τάδ’ ὡς ἔτυμ’, οὐδὲ μάτην
χαριτογλωσσεῖν ἔνι μοι· φέρε γὰρ
σήμαιν’ τι χρή σοι συμπράσσειν·
οὐ γάρ ποτ’ ἐρεῖς ὡς Ὠκεανοῦ
φίλος ἐστὶ βεβαιότερός σοι.


Aeschylus, Prometheus Bound (XML Header) [genre: poetry; drama; tragedy; suspect] [word count] [Aesch. PV].
<<Aesch. PV 265 Aesch. PV 279 (English) >>Aesch. PV 300

Powered by PhiloLogic