Aeschylus, Prometheus Bound (XML Header) [genre: poetry; drama; tragedy; suspect] [word count] [Aesch. PV].
<<Aesch. PV 196 Aesch. PV 244 (English) >>Aesch. PV 265

244 Χορός σιδηρόφρων τε κἀκ πέτρας εἰργασμένος
245ὅστις, Προμηθεῦ, σοῖσιν οὐ συνασχαλᾷ
μόχθοις· ἐγὼ γὰρ οὔτ’ ἂν εἰσιδεῖν τάδε
ἔχρῃζον εἰσιδοῦσά τ’ ἠλγύνθην κέαρ.
Προμηθεύς καὶ μὴν φίλοις <γ’ > ἐλεινὸς εἰσορᾶν ἐγώ.
Χορός μή πού τι προύβης τῶνδε καὶ περαιτέρω;
Προμηθεύς
250θνητούς γ’ ἔπαυσα μὴ προδέρκεσθαι μόρον.
Χορός τὸ ποῖον εὑρὼν τῆσδε φάρμακον νόσου;
Προμηθεύς τυφλὰς ἐν αὐτοῖς ἐλπίδας κατῴκισα.
Χορός μέγ’ ὠφέλημα τοῦτ’ ἐδωρήσω βροτοῖς.
Προμηθεύς πρὸς τοῖσδε μέντοι πῦρ ἐγώ σφιν ὤπασα.
Χορός
255καὶ νῦν φλογωπὸν πῦρ ἔχουσ’ ἐφήμεροι;
Προμηθεύς ἀφ’ οὗ γε πολλὰς ἐκμαθήσονται τέχνας.
Χορός τοιοῖσδε δή σε Ζεὺς ἐπ’ αἰτιάμασιν
Προμηθεύς αἰκίζεταί τε κοὐδαμῇ χαλᾷ κακῶν.
Χορός οὐδ’ ἔστιν ἄθλου τέρμα σοι προκείμενον;
Προμηθεύς
260οὐκ ἄλλο γ’ οὐδέν, πλὴν ὅταν κείνῳ δοκῇ.
Χορός δόξει δὲ πῶς; τίς ἐλπίς; οὐχ ὁρᾷς ὅτι
ἥμαρτες; ὡς δ’ ἥμαρτες οὔτ’ ἐμοὶ λέγειν
καθ’ ἡδονὴν σοί τ’ ἄλγος. ἀλλὰ ταῦτα μὲν
μεθῶμεν, ἄθλου δ’ ἔκλυσιν ζήτει τινά.


Aeschylus, Prometheus Bound (XML Header) [genre: poetry; drama; tragedy; suspect] [word count] [Aesch. PV].
<<Aesch. PV 196 Aesch. PV 244 (English) >>Aesch. PV 265

Powered by PhiloLogic