Aeschylus, Prometheus Bound (XML Header) [genre: poetry; drama; tragedy; suspect] [word count] [Aesch. PV].
<<Aesch. PV 964 Aesch. PV 1007 (English) >>Aesch. PV 1040

1007 Ἑρμῆς λέγων ἔοικα πολλὰ καὶ μάτην ἐρεῖν·
τέγγῃ γὰρ οὐδὲν οὐδὲ μαλθάσσῃ λιταῖς
ἐμαῖς· δακὼν δὲ στόμιον ὡς νεοζυγὴς
1010πῶλος βιάζῃ καὶ πρὸς ἡνίας μάχῃ.
ἀτὰρ σφοδρύνῃ γ’ ἀσθενεῖ σοφίσματι·
αὐθαδία γὰρ τῷ φρονοῦντι μὴ καλῶς
αὐτὴ καθ’ αὑτὴν οὐδενὸς μεῖζον σθένει.
σκέψαι δ’, ἐὰν μὴ τοῖς ἐμοῖς πεισθῇς λόγοις,
1015οἷός σε χειμὼν καὶ κακῶν τρικυμία
ἔπεισ’ ἄφυκτος · πρῶτα μὲν γὰρ ὀκρίδα
φάραγγα βροντῇ καὶ κεραυνίᾳ φλογὶ
πατὴρ σπαράξει τήνδε, καὶ κρύψει δέμας
τὸ σόν, πετραία δ’ ἀγκάλη σε βαστάσει.
1020μακρὸν δὲ μῆκος ἐκτελευτήσας χρόνου
ἄψορρον ἥξεις εἰς φάος· Διὸς δέ τοί
πτηνὸς κύων, δαφοινὸς αἰετός, λάβρως
διαρταμήσει σώματος μέγα ῥάκος,
ἄκλητος ἕρπων δαιταλεὺς πανήμερος,
1025κελαινόβρωτον δ’ ἧπαρ ἐκθοινήσεται.

τοιοῦδε μόχθου τέρμα μή τι προσδόκα,
πρὶν ἂν θεῶν τις διάδοχος τῶν σῶν πόνων
φανῇ, θελήσῃ τ’ εἰς ἀναύγητον μολεῖν
Ἅιδην κνεφαῖά τ’ ἀμφὶ Ταρτάρου βάθη.
1030

πρὸς ταῦτα βούλευ’· ὡς ὅδ’ οὐ πεπλασμένος
κόμπος, ἀλλὰ καὶ λίαν εἰρημένος ·
ψευδηγορεῖν γὰρ οὐκ ἐπίσταται στόμα
τὸ Δῖον, ἀλλὰ πᾶν ἔπος τελεῖ· σὺ δὲ
πάπταινε καὶ φρόντιζε, μηδ’ αὐθαδίαν
1035εὐβουλίας ἀμείνον’ ἡγήσῃ ποτέ.
Χορός ἡμῖν μὲν Ἑρμῆς οὐκ ἄκαιρα φαίνεται
λέγειν. ἄνωγε γάρ σε τὴν αὐθαδίαν
μεθέντ’ ἐρευνᾶν τὴν σοφὴν εὐβουλίαν.
πιθοῦ· σοφῷ γὰρ αἰσχρὸν ἐξαμαρτάνειν.



Aeschylus, Prometheus Bound (XML Header) [genre: poetry; drama; tragedy; suspect] [word count] [Aesch. PV].
<<Aesch. PV 964 Aesch. PV 1007 (English) >>Aesch. PV 1040

Powered by PhiloLogic