Aeschylus, Eumenides (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Eum.].
<<Aesch. Eum. 64 Aesch. Eum. 94 (English) >>Aesch. Eum. 131

94 Κλυταιμήστρας Εἴδωλον εὕδοιτ’ ἄν, ὠή, καὶ καθευδουσῶν τί δεῖ;
95ἐγὼ δ’ ὑφ’ ὑμῶν ὧδ’ ἀπητιμασμένη
ἄλλοισιν ἐν νεκροῖσιν, ὧν μὲν ἔκτανον
ὄνειδος ἐν φθιτοῖσιν οὐκ ἐκλείπεται,
αἰσχρῶς δ’ ἀλῶμαι· προυννέπω δ’ ὑμῖν ὅτι
ἔχω μεγίστην αἰτίαν κείνων ὕπο·
100παθοῦσα δ’ οὕτω δεινὰ πρὸς τῶν φιλτάτων,
οὐδεὶς ὑπέρ μου δαιμόνων μηνίεται,
κατασφαγείσης πρὸς χερῶν μητροκτόνων.
ὁρᾶτε πληγὰς τάσδε καρδίας ὅθεν.
εὕδουσα γὰρ φρὴν ὄμμασιν λαμπρύνεται,
105ἐν ἡμέρᾳ δὲ μοῖρ’ ἀπρόσκοπος βροτῶν.

πολλὰ μὲν δὴ τῶν ἐμῶν ἐλείξατε,
χοάς τ’ ἀοίνους, νηφάλια μειλίγματα,
καὶ νυκτίσεμνα δεῖπν’ ἐπ’ ἐσχάρᾳ πυρὸς
ἔθυον, ὥραν οὐδενὸς κοινὴν θεῶν.
110καὶ πάντα ταῦτα λὰξ ὁρῶ πατούμενα.
δ’ ἐξαλύξας οἴχεται νεβροῦ δίκην,
καὶ ταῦτα κούφως ἐκ μέσων ἀρκυστάτων
ὤρουσεν ὑμῖν ἐγκατιλλώψας μέγα.
ἀκούσαθ’ ὡς ἔλεξα τῆς ἐμῆς περὶ
115ψυχῆς, φρονήσατ’, κατὰ χθονὸς θεαί.
ὄναρ γὰρ ὑμᾶς νῦν Κλυταιμήστρα καλῶ.
Χορός (μυγμός.)
Κλυταιμήστρας Εἴδωλον μύζοιτ’ ἄν, ἁνὴρ δ’ οἴχεται φεύγων πρόσω·
φίλοι γάρ εἰσιν οὐκ ἐμοῖς προσεικότες.
Χορός
120(μυγμός.)
Κλυταιμήστρας Εἴδωλον ἄγαν ὑπνώσσεις κοὐ κατοικτίζεις πάθος·
φονεὺς δ’ Ὀρέστης τῆσδε μητρὸς οἴχεται.
Χορός (ὠγμός.)
Κλυταιμήστρας Εἴδωλον ὤζεις, ὑπνώσσεις· οὐκ ἀναστήσῃ τάχος;
125τί σοι πέπρωται πρᾶγμα πλὴν τεύχειν κακά;
Χορός (ὠγμός.)
Κλυταιμήστρας Εἴδωλον ὕπνος πόνος τε κύριοι συνωμόται
δεινῆς δρακαίνης ἐξεκήραναν μένος.
Χορός (μυγμὸς διπλοῦς ὀξύς.)
130λαβὲ λαβὲ λαβὲ λαβέ, φράζου.



Aeschylus, Eumenides (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Eum.].
<<Aesch. Eum. 64 Aesch. Eum. 94 (English) >>Aesch. Eum. 131

Powered by PhiloLogic